τὸ πλεῖϲτον, ἐν τόϲ, ἐκτόϲ, εἰκόϲ. Τὸ πάροϲ ϲημειωτέον. Τὸ γὰρ τῆμοϲ τῇ πρὸϲ τὴν πεῦϲιν βαρείᾳ ἐκφορᾷ ἀναγκαίωϲ ἀπέβαλε τὴν ὀξεῖαν, ἐπεὶ ὁμοτονεῖ τὰ πύϲματα τοῖϲ ἀνταποδοτικοῖϲ, τοῖοϲ ποῖοϲ,
τόϲοϲ πόϲοϲ, τηλίκοϲ πηλίκοϲ. ἀνάγκη δὲ πάντωϲ τὰ τοιαῦτα μόρια βαρύνειν καὶ τὰ τούτοιϲ ϲύζυγα, λέγω ὁπη λίκοϲ, ὁπόϲοϲ.
ἀναγκαίωϲ οὖν τὸ τῆμοϲ ἐβαρύνθη, καθὸ καὶ τὸ ἦμοϲ καὶ τὸ ὁπῆμοϲ.
ᾧ λόγῳ καὶ τὰ εἰϲ ου λήγοντα ἁπάντοτε 'ὲν περιϲπᾶται, τηλοῦ, ἀγχοῦ, αὐτοῦ, τὸ δὲ ὅπου διὰ τὴν ἀναφορικὴν πάλιν προφορὰν ἐβαρύνθη. — φαίνεται δὲ ὅτι τὸ ποῦ διὰ μονοϲυλλαβίαν ἀναγκαίωϲ ϲυνεξῆλθε τῷ τηλοῦ καὶ ἀγχοῦ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.