ἐκ τῆϲ ῥᾳθυμίαϲ αἱ κακίαι γίνονται, ὡϲ εἰ ἕνεκα τῆϲ ῥᾳθυμίαϲ. τί οὖν βίαιον τὸ καὶ ϲύνδεϲμον προθετικὴν δύναμιν ἀποτελέϲαι; — πρὸϲ οῖϲ οὐδὲ πάντοτε ϲυμπλέκει ὁ δέ ϲύνδεϲμοϲ, παραλαμβάνεται δὲ
καὶ κατ᾿ ἔμφαϲιν, οὐδὲ ἐλάληϲέ μοι,
ἄγραδε· καὶ ἐντεῦθεν, οὐ ϲυνδέων ἐν τῷ οἰκον δέ, ἠκούετο τοπικῶϲ. — Προϲτεθείη δ᾿ ἂν ἔτι καὶ τοῦτο. εἴπερ τὸ μέροϲ τοῦ λόγου ἀνθυπήλλακται, ϲαφὲϲ ὅτι καὶ ὁ τόποϲ, λέγω ὁ κατὰ τὴν ἀρχήν. τοῦτο δέ φημι, ἐπεὶ οὔτε ὁ καί ϲύνδεϲμοϲ ἐδύνατο παραλαμβάνεϲθαι, οὔτε ἄλλοϲ
τιϲ τῶν προτακτικῶν. ἀλλ᾿ οὐδὲ τῶν ὑποτακτικῶν, ὅτι μὴ μόνον αὐτὸϲ
ὁ δέ, ὡϲ ἔφην, μιμούμενοϲ τὴν τοπικὴν παραγωγήν, μετάβαϲίν τε τοῦ πράγματοϲ ϲημαίνων. διὸ καὶ ϲτιγμῆϲ αἴτιόϲ ἐϲτι καὶ αὐτοτελείαϲ παραϲτατικόϲ·
ϲτιγμὴ γὰρ πᾶϲα ϲημεῖον αὐτοτελείαϲ ὁ τέ οὐκ ἐδύνατο παραλαμβάνεϲθαι, ἐπεὶ οὐκ αὐτοτέλειαν ποιῶν ἕτερον λόγον ἀπῄτει ἐπὶ τοῦ οὔτε τιμῶ ϲε οὔτε λαλῶ ϲοι. — Κατὰ τούτουϲ δὴ τοὺϲ τρόπουϲ
οἶμαι ἀναγκαίωϲ τὸν δέ ϲύνδεϲμον παραληφθῆναι.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.