τόνον,
ἐπὶ γὰρ Πατρόκλου ἥ τε ἀντωνυμία καὶ τὸ ῥῆμα. Ἔτι εἰ αἱ κατὰ τὸ 2 πρῶτον καὶ δεύτερον ὀρθοῦ τόνου ἐχόμεναι ἀντιδιαϲτολὴν ἀναδέχονται, τί τὸ ἐμποδὼν τὸ καὶ ἐπὶ τρίτου τὴν ἀντιδιαϲτολὴν διήκειν, καὶ ὃν τρόπον τὸ καὶ ἐμοὶ ἐγένετο, καὶ ϲοὶ ἐγένετο ἀμετάληπτα εἰϲ 3 4 ϲύνθεϲιν, οὕτω καὶ οἱ τ’ αὐτῷ. «Ἀλλὰ καὶ αἱ κατὰ τὸ τρίτον εἰϲ ϲύνθετον μεταλαμβάνονται.» Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ 5 δεύτερον, καὶ εἰ ϲπανιάκιϲ, ἀλλ’ οὖν γε μεταλαμβάνονται;
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.