ἢ διεζευγμένῳ, τοῦ ϲυντεταγμένου μέρουϲ λόγου κατὰ τὸ ἑξῆϲ πολλάκιϲ κοινοῦ καθεϲτῶτοϲ τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, οἶον τὸ καὶ 1 Ἀπολλώνιοϲ διελέξατο, ἤτοι Ἀπολλώνιοϲ διελέξατο, ἀπαιτεῖ τὸ καὶ Διονύϲιοϲ ἦ τι τοιοῦτον ὄνομα ἢ ἀντωνυμικόν, ὅπερ ἠν ίϲοδυναμοῦν ὀνόματι, κοινῷ τε τῷ διελέξατο πολλάκιϲ προϲχρῆται. εἰ
δὲ ῥῆμα ἦν, πάλιν ἡ ἐπιπλοκὴ ἢ ἡ διάζευξιϲ ἀπαιτεῖ ῥῆμα, καὶ ἔγραψε Διονύϲιοϲ, ἥτοι ἔγραψε Διονύϲιοϲ· δεῖ γὰρ ῥῆμα ἐπενεγκεῖν πάλιν, ἢ διελέξατο ἦ τι τοιοῦτον, κοινῶϲ πολλάκιϲ νοουμένου τοῦ 2 Διονύϲιοϲ. τῷ οὖν ἠμ᾿ ἀνάειρ, εἴπερ διεζεύχθη τὸ ῥῆμα, κὰν πάντωϲ ῥῆμα ἐπεφέρετο τὸ ἄπιθι ἢ κάθιϲον ἦ τι τοιοῦτον· ἐν ῷ οὖν τὸ
ἢ ἐγῶ ϲὲ ἐπιφέρεται, ἐν τούτω δείκνυται, ὡϲ καὶ ἡ ἀντωνυμία διέζευκται, ἡ μὲν ϲε πρὸϲ τὴν ἐμέ, ἡ δὲ ϲύ πρὸϲ τὴν ἐγώ, ἥτιϲ ἐνέλειψεν, ἐν τῷ ἀνάειρε ῥήματι νοουμένη, τοῦ πλήρουϲ ὄντοϲ ἠὲ ϲὺ ἐμὲ ἀνάειρον. — Ὁμόλογοι δὴ καὶ αἱ τοιαῦται, ὡϲ τὴν πρόϲ τι πρόϲωπον διαϲτολὴν ἀναδεδεγμέναι εἰϲίν.
3
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.