νητοι ὡϲ πρὸϲ τὰ θηλυκά, ἐκεῖνοϲ ἐκείν η, αὐτόϲ α ὐτ ή· πῶϲ οὕν ὁ τίϲ καὶ ἡ τίϲ :— τὸ οὐδείϲ ϲυντάϲϲεται γενικῇ ἀντωνυμίαϲ, οὐδεὶϲ αὐτῶν. οὐδεὶϲ ἡμῶν· οὐκέτι τῷ τινῶν. — πρὸϲ τὴν πεῦϲιν βαρύνεται τὸ τίνων, ἐπεὶ τὰ πύϲματα πρὸϲ πάντων Ἐλλήνων βαρύνεται, ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα, ὑπεξαιρουμένου τοῦ ποδαπόϲ διὰ τὸν τύπον. οὐ 2 3 πάντωϲ οὖν οὐχὶ ὄνομα, ὅτι παρὰ Δωριεῦϲιν ⟨οὐ⟩ περιϲπᾶται, καὶ ἐπεὶ τινά ὀξυτόνωϲ φαμὲν ἐπὶ τῆϲ ἀποφάϲεωϲ, καίτοι μηδεμιᾶϲ αἰτιατικῆϲ 4 εἰϲ α ληγούϲηϲ καὶ ὀξυτονουμένηϲ. Πῶϲ δὲ οὐχὶ κἀκεῖνο γέλοιον «ἡ γὰρ ἵ ἀντωνυμία προϲέλαβέ», φαϲι, τὸ τ, καὶ ἐγένετο τί, τὰ δὲ τοιαῦτα τοῦ αὐτοῦ μέρουϲ λόγου, οἱ ἱοc τοῖοϲ, ὡς τ τώϲ.»
Πρῶτον μὲν οὐ τῆϲ αὐτῆϲ ἐννοίαϲ· εἷτα ἔδει τὸ τί τῶν τριῶν γενῶν εἶναι παραϲτατικόν, ὥϲπερ καὶ τὸ ἵ. ἢ εἴπερ τὸ τί οὐδέτερον μόνωϲ, πῶϲ οὐχὶ καὶ τῷ τίϲ τὸ δίχα τοῦ τ παράκειται ἵϲ τί δὲ τὰ μὲν ἀπὸ 5 τοῦ τ κλίϲιν καὶ ἀριθμὸν ἀνεδέξατο, τινόϲ, τινῶν τὰ δὲ ἀπὸ τοῦ ι οὐκέτι, τῶν τοιούτων κλινομένων, οἵου γὰρ καὶ τοίου.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.