τοιαύταϲ φράϲειϲ ἐλλιπεῖϲ εἰναι τῶν ἀντωνυμιῶν, ὅπου διὰ ῥημάτων κατὰ τὸ πρῶιον πρόϲωπον καὶ δεύτερον ἡ τῶν ῥημάτων παράθεϲιϲ ἀναπληροῖ τὴν τῶν προϲώπων μετάβαϲιν v, περιϲϲὸν μέντοι τὴν παράθεϲιν ὑπολαμβάνω, εἰ μὴ διαϲτολῆϲ ὁ λόγοϲ χρήζοι. τὸ γὰρ
ἀντωνυμιῶν αὐτὸ μόνον πρόϲωπον καί , εἰ δέοι, διαϲτολήν. ὅταν οὖν τὰ ῥήματα παρατεθῇ, περιϲϲόν ἐϲτι τὰϲ ἀντωνυμίαϲ λαμβάνειν τῆϲ εὐθείαϲ, εἴγε, δι’ 5 παρετίθεντο, ἐπληροῦτο διὰ τῶν ῥημάτων. τοῦ 3 μέντοι λόγου δεομένου ἀντιδιαϲτολῆϲ, καὶ τῶν ῥημάτων μὴ δυναμένων ἔτι τοῦτο ἀναπληρῶϲαι, ἐξ ἀνάγκηϲ παραλαμβάνονται αῖ τε κατὰ ⟨τὸ⟩
πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον, ἡμεῖϲ κα τέβημεν , ἐγὼ ἐθεαϲάμήν, καὶ ἐπὶ τῶν ὀνομάτων. τούτῳ δὲ τῷ λόγῳ κἀκεῖνο ἀϲύϲτατον καθειϲτήκει· αἰρομένων γὰρ τῶν ἀντωνυμιῶν διαϲτολῆϲ εἰχε χρείαν ἡ ϲυμπλοκὴ τῆϲ φράϲεωϲ, ἐγῶ μὲν παρεγεν όμην , ϲ ὺ δὲ ⟨οὐ⟩ παρέτυχεϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.