εἰϲί ». —Μαὶ ἐν ἄλλοιϲ δὲ ὁρῶνται διαφέρουϲαι. αἱ πρωτότυποι καὶ ἐγκλίνονται, αἱ δὲ οὖ. ἀκολουθίαϲ ἔχονται αἱ κτητικαὶ κατὰ κλίϲιν καὶ ἀριθμὸν 2 ἐν τοῖϲ τέλεϲιν, αἰ δὲ πρωτότυποιοὐκέτι. αὐτοτελεῖϲ μετὰῥημάτων αί πρωτότυποι τῆϲεὐθείαϲ, ἐκεῖ νοϲ γρά φει, ἔγρα φον ἐγώ, αἱ δὲ οὔ καὶταῖϲ μὲν τοῦ αὐτοῦ προϲώπου ϲυνταχθήϲεται ῥῆμα κατ’εὐθεῖαν, ϲ ὺ γρά φειϲ,
ἐκεῖνοϲ γρά φει, ταῖϲ δὲ καὶ μεταβατικῶϲ, ἐμὸϲ γράφει, ἐμόϲ ἐϲτι. καὶ αἱ μὲν τὸ γένοϲ κατὰ πάν πρόϲωπον δηλοῦϲι τοῦ κτήματοϲ, αἱ δὲ πρωτότυποι κατὰ πρῶτον καὶ δεύτερον γένουϲ ἀπαρέμφατοι· αἱ γὰρ κατὰ τὸ τρίτον οὐκέτι, α γε ϲυνήθειϲ αὐτόϲ γὰρ καὶ ἐκεῖνοϲ. καὶ αἱ μὲν ταῖϲ εὐθείαιϲ ἀνθυπάγονται, αἱ δὲ κτητικαὶ καὶ ἀντὶ γενικῆϲ
3 τῶν κτηϲαμένων· ἀντὶ γὰρ τοῦ Ἀπολλώνιοϲ — ἐγώ, ἀντὶ δὲ τοῦ Ἀπολλωνίου παῖϲ ἐμὸϲ παῖϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.