δοῦλοϲ ἢ ἵπποϲ: ἀόριϲτον οὖν τὸ τοιοῦτον.) καὶ τοῦτο δῆλον ἐκ τοῦ τὰ ἄρθρα ϲυνοικειοῦϲθαι τοῖϲ κτήμαϲιν. εἴγε τὸ ἡμέτεροϲ, πληθυνόμενον κατὰ 4 τὸ ἐντόϲ, ἑνικὸν ἄρθρον προϲπαραλαμβάνει, ὅτι καὶ τὸ κτῆμα ἑνικόν, καὶ ἀνάπαλιν τὸ ἐμοί, ἐνικὸν ὁν κατὰ τὸν κτήτορα, πληθυντικὸν δὲ κατὰ τὸ κτῆμα. πληθυντικὸν ἄρθρον λαμβάνει· καὶ καθόλου ἐπὶ πάντων ταὐτὸν
ἂν γένοιτο. Πρὸϲ τούτοιϲ τὸ ὁ ἐμὸϲ πατήρ μεταλαμβάνεται εἰϲ τὸ ὁ πατήρ μου· ὁμόλογοϲ οὑν ἡ ἐπὶ τὸ κτῆμα ἀναφορὰ τοῦ ἄρθρου.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.