ἄρθρα δευτέραν γνῶϲιν ϲημαίνει, ἄνθρωποϲ ἦλθεν , ὁ ἄνθρω ποϲ ἦλθεν· πλοῖον ἦλθε, τὸ πλοῖον ἦλθε, τὸ καὶ πάλαι γινωϲκόμενον. πῶϲ οὑν δυνατὸν τὸ ἄρθρον προτάϲϲεϲθαι τῆϲ πρώτηϲ δείξεωϲ ἀκωλύτωϲ γὰρ ὑποταγήϲεται, ἀναπολοῦντα ἐπὶ τὴν προκειμένην δεῖξιν, ἐμὲ δν ἐτίμηϲα ϲ. Μαρτυροῦϲι τῷ λόγῳ αἱ παραγωγοί. δεικνύουϲαι
μὲν γὰρ τὸ κτῆμα ἀπρόϲληπτοί εἰϲιν ἄρθρων, ἐμὸϲ εἰ, ἡμέτεροϲ εἰ· 2 ὑπὲρ δὲ ἀπόντοϲ τοῦ κτήματοϲ ἀναπολοῦϲιν ἐπὶ τὴν προκειμένην γνῶϲιν, ὁ ἐμόϲ ἐϲτι φίλοϲ, ὁ ἡμέτερόϲ ἐϲτιν οίκέτηϲ. τούτῳ τῷ λόγῳ τὸ ὦ ἐπὶ κλητικῆϲ δείκνυται, ὡϲ οὐ τῆϲ ἐννοίαϲ τῶν ἄρθρων ἔχεται.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.