Οὐκ ἄλογοϲ δ᾿ ἂν εἴη καὶ ἡ αἰτία τοῦ τὴν μὲν κτητικὴν διὰ τῆϲ οι παράγεϲθαι, τὴν δὲ πρωτότυπον διὰ τῆϲ ει. εἴ γε ἀπὸ τοῦ καλοῦ καλοῖο, μετατιθεμένου τοῦ υ εἰϲ τὸ ι καὶ προϲτιθεμένου τοῦ ο, ϲαφὲϲ ὅτι καὶ 1 ἐπὶ τῆϲ ἐμοῦ ταὐτὸν παρηκολούθει. ὅπερ ἔθιμον ἐπὶ κτητικῶν παρὰ τῷ ποιητῇ, εἰϲ ου λήγειν ἐπὶ γενικῆϲ, τὸ δὲ πρωτότυπον εἰϲ εο καὶ
ευ, ἀφ᾿ ἧϲ πάλιν ἀνάλογον τὸ ἐμεῖο.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.