πρόϲωπον δηλοῦν, καὶ ἔτι μένει ἡ ζήτηϲιϲ. ἔπειτα ἡ μετοχὴ καὶ ἡ κτητικὴ ἀντωνυμία ἐν γένει καὶ πτώϲει κινούμεναι κατὰ τὸ τέλοϲ κινοῦνται, καθάπερ καὶ τὰ ὀνόματα, καὶ οὐ διήλλαξε, διάφορα καθεϲτῶτα. Λεκτέον οὖν ὡϲ φυϲικῶϲ τὸ τοιοῦτον ἀπετελέϲθη. αἱ πτώϲειϲ ἐν τῷ τέλει κινοῦνται, καὶ τοῦτο ἀποδείξεωϲ οὐ δεῖται· πτῶϲιν δὲ ἐπιδέχονται
αἱ ἀντωνυμίαι· ὀφείλουϲιν ἄρα κατὰ τὸ τέλοϲ κινεῖϲθαι. ὅπερ καὶ 2 παρακολουθεῖ. ἀλλὰ μὴν εἰ καὶ κατὰ τὸ τέλοϲ ἐν προϲώποιϲ ἐκινοῦντ ο, ϲαφὲϲ ὅτι παρηκολούθηϲεν ἂν ϲυγχύνεϲθαι τὴν π τῶϲιν διὰ τὴν μετάθεϲιν τὴν ἐκ τοῦ προϲώπου. προνοητικώτατα ἄρα κατὰ τὸ ἄρχον κινεῖται, ἵνα ἄχραντοϲ ἡ πτῶϲιϲ μείνῃ. τὰ μέντοι ῥήματα, οὐκ ὄντα
δεκτικὰ πτώϲεωϲ ἢ μόνηϲ εὐθείαϲ, ἀκωλύτωϲ τὸ τέλοϲ ἐκίνει ἐν προϲώποιϲ, ἐπεὶ οὐκέτι τὰ τῆϲ πτώϲεωϲ ἀμφήριϲτα.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.