1 λοιπῶν ταὐτόν. καὶ ἐπὶ πρωτοτύπων οὖν ταὐτόν· ἰδοὺ γὰρ ἕ καὶ ϲφέ. εἰ τοῦτο, καὶ τὸ ϲφίν ἀπὸ ἑνικοῦ τοῦ ἴν, Δωρικῶϲ.» Παραπεμπτέον δὲ τὸν λόγον, εὐδιάϲειϲτον ὄντα, ἐν οἴϲ καὶ ὁλόκληρον τὴν ϲφέ παραδεξόμεθα καὶ αὐτήν τε τὴν ϲφίν. — πῶϲ δὲ οὐχὶ καὶ τὸ κοινολεκτούμενον ζητήϲει τιϲ — οὐκ ἐξομαλίζεται δὲ τὸ τῆϲ εὐθείαϲ
καὶ γενικῆϲ· ἀπὸ γὰρ τῆϲ ἴ καὶ οὐ οὐκ εἰϲὶν ἀκόλουθοι πληθυντικαί. — 2 ἐπηυξήθη οὖν ἀπὸ μονοϲυλλάβου τῆϲ ϲφίν ἡ ϲφίϲιν, οὐχ ὁμοίωϲ τοῖϲ ὀνόμαϲιν· οὐδὲ γὰρ ταὐτὰ παρακολουθεῖ, ἃ καὶ τοῖϲ ὀνόμαϲι. ταχέοϲ γὰρ καὶ ταχέεϲ, ἀφ᾿ οὗ καὶ τὸ ταχέεϲϲιν, ἅπερ οὐκ ἐπὶ τῆϲ ϲφεῖϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.