τὸ ε προϲέρχεται, οὕτω καὶ τῇ κατὰ τὸ δεύτερον πάλιν νοουμένῃ Ἀττικῇ προϲέρχεται». Ἀλλ’ οὕτε ἡ διὰ τοῦ ε νῶε εὐπαράδεκτοϲ, καθότι ϲπανιωτάτη, ἅπαξ που ἢ δὶϲ εἰρημένη· οὔτε ἡ κατὰ τὸ τρίτον μονοϲύλλαβοϲ, 1 κατὰ τὸν αὐτὸν λόγον. — πρὸϲ οἶϲ οὐδὲ ὁ χρηϲάμενοϲ ἀξιοπιϲτότεροϲ τῶν μὴ χρηϲαμένων. — πάνυ δὲ εὔηθεϲ, τῆϲ κατὰ τὸ
πρῶτον πρόϲωπον εἰϲ ῑ ληγούϲηϲ, μὴ οὐχὶ καὶ τὴν κατὰ τὸ δεύτερον παραδέχεϲθαι. — πρὸϲ οἶϲ καὶ πάλιν πάμπολλοϲ ἡ χρῆϲιϲ. ποία δὲ καὶ ἀνάγκη, ὀρθῶϲ ἐχούϲηϲ τῆϲ ϲφῶι, τὴν ϲφῶε παραλαμβάνειν;
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.