ὁλοκληροτέρᾳ, καθάπερ φίλοιϲ καὶ φίλοιϲι, πῶϲ ϲυλλαβικῆϲ χώραϲ ἔτυχε πάντοτε γὰρ μετὰ φωνήεντοϲ προϲτιθέμενον ἀδιάϲτατόν ἐϲτι, μετὰ δὲ ϲυμφώνου ϲυλλαβῆϲ τυγχάνει· τοῦ προτέρου κενή κεινή, δέουϲ δείουϲ, τοῦ δευτέρου φίλοιϲι, οὑτοϲί, ἐκεινοϲί. πῶϲ δὲ οὐχὶ ἐντὸϲ τοῦ ῑ ἡ κλίϲιϲ ἔπεϲε, καθάπερ ἐπὶ τοῦ τουτουῑ, ἐκεινουΐ; φαμὲν
δὲ ἔξωθεν προϲτιθέντεϲ τὸ ν, ὡϲ ἂν τοῦ ῑ μὴ προϲεληλυθότοϲ, νῶιν. 3 4 5 — πρὸϲ οἶϲ καὶ βίαιον ὁλοκληρότερον τὸ Ἀττικὸν ἐκδέχεϲθαι τῆϲ πάντων χρήϲεωϲ. ἀλλ’ εἰ διαίρεϲιϲ, ἑνὸϲ ὄντοϲ τοῦ ω· καὶ τοῦτο ἀϲύϲτατον. πρὸ γὰρ τοῦ ω τὰ τοιαῦτα, καὶ οὐδέποτε διὰ τοῦ ῑ, νυμφέων, μουϲέων, ὀρέων. — «ἀλλ’ ἴϲωϲ ἐν τῇ κατὰ διάϲταϲιν διαιρέϲει ἐϲτίν, ὡϲ κόϊλον, πάϊϲ· καὶ εὐλόγωϲ προπεριϲπαϲθήϲεται
τὸ νῶι διὰ τὴν τῆϲ βραχείαϲ ἐπιφοράν». ἀλλὰ πολὺ πρότερον δοθήϲεται 6 διὰ τοῦ ῑ αὐτὰϲ γράφεϲθαι, ὅπερ οὐχ εὑρέθη. τεκμηριοῦνταί τε ἐκ τοῦ Βοιωτιακοῦ, ἐπεὶ οὐδέποτε παρὰ αὐτοῖϲ νοί διὰ τοῦ οι. — οὐκ ἐπεὶ δὲ παρ’ Ἀττικοῖϲ ἔϲτι νωίτεροϲ καὶ ϲφωίτεροϲ, εὐθέωϲ καὶ κατὰ τὴν εὐθεῖαν τὸ ῑ προϲγεγράψεται· ἀπὸ γὰρ γενικῶν αἱ κτητικαί, αἵτινεϲ
ϲὺν τῷ ῑ γράφονται.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.