γενήϲεται, ὁμοίωϲ τῷ ἤ καὶ ἠέ. καὶ ἥλιοϲ καὶ ἠέλιοϲ (οὕτω γάρ τινεϲ ὑπέλαβον ἐκ τοῦ τὸ ἄρχον δαϲύνεϲθαι, ὅπερ ἴδιον ἦν τῆϲ ἀντωνυμίαϲ. 1 ἐλελήθει δὲ αὐτούϲ, ὅτι ἀρκτικὴ οὖϲα ἡ δαϲεῖα ἐπὶ τοῦ πλεοναϲμοῦ ἀνατρέχει, ἑώρων καὶ ἕεδνα. ἄλλωϲ τε τὸ πλεονάζον ε ἔξωθεν ἐν ἀντωνυμίαιϲ, ἑόϲ, ἑοῦ, ἑοῖ)· εἴτε τὸ ἄρχον, ὅπερ ἔϲτι, πάλιν τῆϲ
ἀντωνυμίαϲ φυλάξει τὸν τόνον, εἴγε οἱ πλεοναϲμοὶ τοὺϲ τόνουϲ τηροῦϲιν, ἑοῖ, ἑοῦ. — ὑπόψυχρον γὰρ τὸ λέγειν ὡϲ ἐδιπλαϲιάϲθη ἡ ἀντωνυμία, πρὸϲ οὐδὲν χρειῶδεϲ τριῶν ἀντωνυμιῶν παραλαμβανομένων, ϲυνήθουϲ τε ὄντοϲ τοῦ κατὰ τὸ ε πλεοναϲμοῦ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.