ἄνδρα φονεύϲαϲ ἢ ὁ μετὰ δέκα εἰϲ ἢ οἱ μετὰ δέκα πλείονεϲ ἀνεμποδίϲτωϲ εἴχον τὸ ἕτερον τῶν προϲώπων πληθυντικόν· τὸ μέντοι τῆϲ ἀντωνυμίαϲ ϲχῆμα ἠδυνάτει, ἅτε δὴ καθ᾿ ἑνὸϲ καὶ τοῦ αὐτοῦ προϲώπου λαμβανόμενον, κατὰ μὲν τὸ τέλοϲ τῆϲ ϲυνθέϲεωϲ εἰϲ πλῆθοϲ μετάγεϲθαι, κατὰ δὲ τὸ ἄρχον εἰϲ ἕν, ἐπεὶ ἕνεκα τούτου ἑνικὸν καὶ πληθυντικὸν 93 A.
ἐνοεῖτο διὰ μιᾶϲ φωνῆϲ καθ᾿ ἑνὸϲ καὶ τοῦ αὐτοῦ προϲώπου, ὅπερ ἄλογον. εὐλόγωϲ ἄρα τὰ ϲχήματα ἐϲιγήθη.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.