ὅτι οὐ ϲυϲτήϲεται ἡ τοιαύτη ϲύνταξιϲ τῶν ῥημάτιυν οὐ δυναμένων προϲχωρεῖν οὔτε τῇ εὐθείᾳ διὰ τὴν ἀντανακλωμένην, οὔτε τῇ ἀντανακλωμένῃ διὰ τὴν εὐθεῖαν. Ἔϲτι μέντοι εὑρεῖν φράϲιν μετὰ γενικῆϲ καὶ εὐθείαϲ, ὅταν τὸ ῥῆμα μηκέτι μάχηται. πρώτου γὰρ καθεϲτὸϲ μετ’ 2 εὐθείαϲ ϲυνταγήϲεται, ὅταν ὕπαρξιν ϲημαίνη τὸ ῥῆμα, τῆϲ ἐμαυτοῦ
ἀκωλύτωϲ καὶ αὐτῆϲ ἐπιζητούϲηϲ ῥῆμα πρώτου προϲώπου ἐν τῷ ἐμαυτοῦ εἰμι ϲύμβουλοϲ, ἐμαυτοῦ εἰμι κατήγοροϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.