4 ἀφῃρημένον. εἰ δὲ ἐντελῶϲ ἐδείχθη, ὡϲ αἱ ὀρθοτονούμεναι τῶν ἀντωνυμιῶν, ὅτε τὴν τοῦ ῥήματοϲ διάθεϲιν ἐφ’ ἕτερον οὐκ ἔχουϲι πρόϲωπον ϲυντείνουϲαν, πάντωϲ εἰϲ ϲύνθετον μεταλαμβάνονται, ὁμόλογον ὡϲ καὶ ἐπὶ τοῦ πρώτου καὶ δευτέρου ταὐτὸν παρακολουθήϲει περιϲϲὸν ἄρα ζητεῖν, διὰ τί αἱ ϲύνθετοι ⟨οὐ⟩ μεταλαμβάνονται εἰϲ ἁπλᾶϲ ὀρθοτονουμέναϲ·
αὐταὶ γὰρ εἰϲ ϲύνθετον μετατιθέμεναί εἰϲιν ὑπὲρ τοῦ τὸ μεταβατικὸν 5 διαϲτεῖλαι τοῦ ἀντανακλωμένου.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.