ἐπεὶ τοῖϲ τετραχρόνοιϲ τὸ ἐγκλιτικὸν οὐ παρείπετο· οὐδὲ κατὰ τὴν προτέραν ϲυλλαβὴν ὠξύνθη, ὅπερ τοῖϲ τετραχρόνοιϲ παρηκολούθει, 2 ὡϲ ἐπὶ τοῦ ἔδωκεν ἥμιν, ἤρπαϲεν ἥμων, ἐπεὶ Αἰολικώτερα τὰ τῆϲ προφορᾶϲ καθίϲτατο. ὅθεν οὐδὲ ἐπὶ τῆϲ ἀπολελυμένηϲ ϲημαϲίαϲ δεῖ τὸν τόνον τῆϲ περιϲπωμένηϲ τρανότερον προφέρεϲθαι, ἀλλὰ νοεῖν
ὅπωϲ τὸ τῆϲ ἐγκλίϲεωϲ ϲχῆμα φυλάϲϲηται.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.