Περὶ λόγων ἐξετάσεως
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐίσης
λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
καὶ ἂν καταλιπὼν τὰ ὀνόματα ἐξετάσῃς τῶν ἠθῶν τὰς διακρίσεις, ὥςπερ ἐν θεάτρῳ τοῦ βίου διὰ τῶν βυβλίων πορεύση. τοῦτο καὶ λάτων εἶπεν, ὅτι ἡ ποιητικὴ μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα τοὺς ἐπιγινομένους παιδεύει. παιδεία ἄρα ἐστὶν ἡ ἔντευξις τῶν ἠθῶν. τοῦτο καὶ Θουκυδίδης ἔοικεν λέγειν, περὶ ἱστορίας λέγων, ὅτι καὶ στορία φιλοσοφία ἐστὶν ἐκ παραδειγμάτων· ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα *** χρῆσθαι ταῖς παλαιαῖς ἱστορίαις καὶ τοῖς παραδείγμασιν τῶν ἠθῶν ὡς ἱστορίᾳ τοῦ βίου. ταῦτα μὲν περὶ τοῦ κοινοῦ ἤθους· κακίας φυγὴ καὶ ἀρετῆς κτῆσις.
Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα·
〈τίς〉 τῆς ἀκαίρου περιττότητος ἡ αἰτία; ἐὰν γοῦν τοῦ Θερσίτου παρέλῃς δύο ἔπη, Νέστορος γίνεται δημηγορία. τὰ δὲ δύο ἔπη τίνα ἐστίν; * * * Ὅμηρός σοι λέγει·
ἀλλ’ ὅ τί οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν |
ἔμμεναι·
ὁτιοῦν τῶν λεγομένων γελοῖόν ἐστιν, ἀλαζονευομένου ἐκείνου ἐπὶ τῇ δυνάμει τοῦ σώματος καὶ τῇ ἀρετῇ καὶ ὑβρίζοντος ἐν τῇ παρρησίᾳ τῇ ἀκράτῳ. ταῦτα ἂν περιέλῃς, τὰ λοιπὰ ἰσχυρά ἐστιν. τοῦτο καὶ ἡ Ὁμήρου τέχνη. ἐπειδὴ γὰρ ἑώρα τὸ στρατόπεδον ἀγανακτοῦντας ὑπὲρ Ἀχιλλέως πρὸς Ἀγαμέμνονα, καὶ διὰ τοῦτο οὐ προθύμως ἔχοντας συμμαχεῖν, ἀλλ’ ἀπαλλακτικῶς ἐπὶ τῶν πατρίδων, ἠθέλησεν λῦσαι τὰ ὑπὲρ Ἀχιλλέως δίκαια. ἀνέστησεν οὖν αὐτῷ συνήγορον ἐπίφθονον, γελοῖον, ἵν’ ἐν τῇ τοῦ συνηγόρου κακίᾳ ἀφανισθῇ τὸ δίκαιον τοῦ πράγματος·
ἔχθιστος δ’ Ἀχιλῆι μάλιστ’ ἦν ἡδ’ Ὀδυσῆι.
τὼ γὰρ νεικείεσκε· τότ’ αὖ Ἀγαμέμνονι δίῳ
ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα.
τί οὖν ἐστι τὸ θρασὺ αὐτοῦ καὶ ἡ περιττότης τοῦ ἤθους, καὶ ἡ ἀκαιρία τίς; |
τῷ δ’ ἂρ Ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ.
ὃ δ’ ἀσφαλέως ἀγορεύει·
τοῦτο δέ ἐστι τὸ διὰ τῶν ὁμολογουμένων οὐ περὶ τῶν ὁμολογουμένων ἀμφισβητήσιμα λέγειν, ἀλλὰ καὶ τῇ ἀποδείξει τῶν ὁμολογουμένων ἀμφισβητούμενον λύειν δυνάμενον. τοῦτο καὶ Ξενοφῶν καὶ Πλάτων λέγουσιν περὶ Σωκράτους, ὅτι διὰ τῶν ὁμολογουμένων ἐπορεύετο, ἐπεὶ διδάσκειν ἐβούλετο. Γίνεται οὖν ταῦτα τρία ἀριθμῷ· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. κάλεσον αὐτὰ δυσὶν ὀνόμασιν μέτρον καὶ ἀσφάλειαν. τῷ γὰρ μὴ περιττὰ μηδὲ ἐλλείποντα μέτρου ὄνομα, τῷ δὲ μὴ ἐναντία ἀσφαλείας.
* * * * * * * * * * * *
ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
δριμύ, τό τε προἱεῖσι μογοστόκοι Εἰλείθυιαι·
δεύτερον·
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι.
τρίτον [τέταρτον] ἐστὶ δι’ οὗ ἐπανέρχεται ἐπὶ τὸ πρῶτον
ὸς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρείδαο.
οὕτω καὶ Θουκυδίδης· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι. εἶτα τὸ τεκμήριον πόσα ἔχει ὀνόματα; τεκμήριον, μαρτύριον, σημεῖον, παράδειγμα. προβὰς ἐρεῖ· μαρτύριον [σημεῖον] δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων. πάλιν προελθὼν ἐρεῖ· καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστιν. καὶ πάλιν προελθών· σημεῖον δ’ ἐστὶν ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα. καὶ ὅταν πᾶν εἴπῃ, ἐπὶ τὸ πρῶτον πάλιν, ἐπὶ τὸ δεύτερον· καὶ ὅλως ἡ χρεία τὸν ἀριθμὸν ἀνακαλέσεται. τοῦτο τὸ πολλοστῶς ἐστιν εἰπεῖν. ἕπεται τούτῳ τὸ ποικίλως. διαφέρει δὲ τὸ ποικίλως τοῦ πολλοστῶς, τὸ τῶν ἰδεῶν | τῆς λέξεως.
Ars Rhetorica. Dionysius of Halicarnasus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.