Λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.
ὁ δὲ σπονδεῖος ἀξίωμα ἔχει καὶ σεμνότητα πολλήν· παράδειγμα δὲ αὐτοῦ τόδε
Ποίαν δῆθ’ ὁρμάσω· ταύταν, ἢ κείναν· ἢ ταύταν;
ὁ δ’ ἴαμβος οὐκ ἀγεννής, οἷον
Ἐπεῖ σχολὴ πάρεστι, παῖ Μενοιτίου.
ὁ δὲ τροχαῖος μαλακώτερος τούτου καὶ ἀγεννέστερος, οἷον
Θυμὲ θύμ’ ἀμηχάνοισι κήδεσιν κυκώμενε.
Δισυλλάβων μὲν δὴ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα.
Βρόμιε δορατοφόρ’ ἐνυάλιε πολέμοιο κέλαδε·
ὁ δ’ ἐξ ἁπασῶν μακρῶν μολοττὸς ὑψηλὸς καὶ ἀξιωματικός, οἷον
Ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.
ὁ δὲ ἀμφίμακρος καὶ οὗτος τῶν εὖ ἐχόντων, οἷον
Οἳ δ’ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
ὁ δὲ ἀμφίβραχυς οὐ σφόδρα τῶν εὐσχήμων ἐστίν, ἀλλὰ κέκλασται πρὸς τὸ θῆλυ, οἷον
Ἴακχε διθύραμβε· σὺ τῶνδε χοραγέ.
ὁ δὲ ἀνάπαιστος σεμνότητα ἔχει πολλήν, ἐπιτήδειος μεγέθει ἢ πάθει, οἷον
Βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχει·
ὁ δὲ δάκτυλος πάνυ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος· καὶ τό γε ἡρωϊκὸν μέτρον τούτῳ κοσμεῖται, οἷον
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
ὁ δὲ βακχεῖος ἀνδρώδης πάνυ καὶ εἰς σεμνολογίαν ἐπιτήδειος, οἷον
Σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι.
ὁ δὲ παλιμβάκχειος καὶ οὗτος ὅμοιος τῷ βακχείῳ, οἷον
Τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;
οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν· ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα. οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτ’ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν.
De compositione verborum (epitome). Dionysius of Halicarnassus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.