Ἠιόνες βοόωσιν, ἐρευγομένης ἁλὸς ἔξω·
ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας·
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
χερσὶ ψηλαφόων·
καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην·
Οὐδ’ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων,
προπροκυλινδόμενος πατρὸς Διός·
καὶ μυρία τοιαῦτα.
De compositione verborum (epitome). Dionysius of Halicarnassus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.