Σίγα, σίγα· λευκὸν ἴχνος ἀρβύλης
τιθεῖτε, μὴ κτυπεῖτε·
ἄπο πρόβατ’ ἐκεῖσε· ἄπο πρό μοι κοίτας·
ἐν γὰρ δὴ τούτοις τὸ σίγα, σίγα· λευκὸν ἐφ’ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας· καὶ τὸ ἀρβύλης τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἕν ὄνομα δύο λαβεῖν ὀξείας· καὶ τοῦ τιθεῖτε βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δὲ μετὰ ταύτην ὀξύτονοί τε καὶ ὁμόφωνοι· τοῦ τε κτυπεῖτε ὁ περισπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει· καὶ τὸ ἄπο πρόβατε οὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλ’ ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δ’ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς· ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὕτε μετατίθησιν, ἀλλ’ οἵας παρείληφε τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς. καὶ ταῦτα μὲν οὕτως· πῶς δ’ ἂν γένοιτο λέξις πολιτικὴ παρ’ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατὰ τὰ πορρηθέντα τέτταρα κεφάλαια, γνοίημεν ἂν οὕτως.
De compositione verborum (epitome). Dionysius of Halicarnassus. Leipzig. 1904.
Funding provided by Center for Hellenic Studies.