αὐτὰρ ὅ γʼ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·
χῶρον ἀνʼ ὑλήεντα
διʼ ἄκριας
οἷ οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν
ὅ οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς
τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον
ἔνθά οἱ αὐλὴ
ὑψηλὴ δέδμητο
περισκέπτῳ ἐνὶ χώρῳ,
καλή τε μεγάλη τε
περίδρομος
ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται,
χαῖρε,
ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον
ἐμβατεύεις
ἔνθεν εὔχομαι γένος.
Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ
τίκτει λαθραίως Ἡρακλεῖ·
ξύνοιδε ὄρος
Παρθένιον,
ἔνθα μητέρʼ ὠδίνων ἐμὴν
ἔλυσεν Εἰλείθυια
ὅτε λάρνακι ἐν δαιδαλέᾳ
ἄνεμός τε μιν πνέων ἐφόρει
κινηθεῖσά τε λίμνα,
δείματι φρίττεν οὔτʼ ἀδιάντοισι παρειαῖς
ἀμφί τε Περσέι βάλλε φίλαν χέρα
εἶπέν τε· ὦ τέκος,
οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε·
γαλαθηνῷ δʼ ἤθεϊ κνοώσσεις
ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ
κυανέῳ τε δνόφῳ σταλείς.
ἅλμαν δʼ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν
παριόντος κύματος οὐκ ἀλέγεις
οὐδʼ ἀνέμου φθόγγον, πορφυρέᾳ
κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον.
εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν,
καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας.
κέλομαι· εὗδε βρέφος,
εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν.
μεταβουλία δέ τις φανείη,
Ζεῦ πάτερ, ἐκ σέο·
ὅ τι δὴ θαρσαλέον ἔπος εὔχομαι
νόσφι δίκας, σύγγνωθί μοι.
De Compositione Verborum. Dionysius of Halicarnassus. ed. Hermann Usener, ed. Ludwig Radermacher. Leipzig. 1904.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.