πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν Αἰσχίνης, οἷον ὅτι ῾οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν συμμαχίανʼ καὶ ὅτι ῾ἀμπελουργοῦσί τινες τὴν πόλινʼ καὶ ῾ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμουʼ καὶ ῾φορμορραφούμεθαʼ
καὶ ῾ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσινʼ, οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· ῾ταῦτα δέ, ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;ʼ οὐδέ γε ἄλλα τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε
ἢ ἕξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος. εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, 1 2 3 4 ὡς ἐν τοῖς κατʼ Ἀριστογείτονος θ΄ καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων καὶ ἐν τῷ περὶ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε ὀυχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι
πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά.
De Demosthene. Dionysius of Halicarnassus. ed. Hermann Usener, ed. Ludwig Radermacher. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.