θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρί|μοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς
σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν ὅπη ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων
λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.
De Demosthene. Dionysius of Halicarnassus. ed. Hermann Usener, ed. Ludwig Radermacher. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.