φροντίζομεν· ἓν γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων· ὡς θανάτου τῆς ζημίας ἐπικειμένης, ἤν τις ἁλῷ δεκάζων, 575 τοὺς τοῦτο φανερώτατα ποιοῦντας στρατηγοὺς χειροτονοῦμεν καὶ τὸν πλείστους διαφθεῖραι δυνηθέντα τῶν πολιτῶν τοῦτον ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων καθίσταμεν. σπουδάζοντες δὲ περὶ τὴν πολιτείαν οὐχ ἧττον ἢ περὶ τὴν σωτηρίαν ὅλης τῆς πόλεως καὶ τὴν δημοκρατίαν εἰδότες ἐν μὲν ταῖς ἡσυχίαις καὶ ταῖς ἀσφαλείαις αὐξομένην καὶ διαμένουσαν, ἐν δὲ τοῖς πολέμοις δὶς ἤδη καταλυθεῖσαν, πρὸς μὲν τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας ὡς πρὸς ὀλιγαρχικοὺς ὄντας δυσκόλως ἔχομεν, τοὺς δὲ τὸν πόλεμον ἀγαπῶντας ὡς τῆς δημοκρατίας κηδομένους εὔνους εἶναι νομίζομεν. ἐμπειρότατοι δὲ λόγων καὶ πραγμάτων ὄντες οὕτως ἀλογίστως ἔχομεν, ὥστε περὶ τῶν αὐτῶν τῆς αὐτῆς ἡμέρας οὐ ταὐτὰ γινώσκομεν, ἀλλʼ ὧν πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι κατηγοροῦμεν, ταῦτα συνελθόντες χειροτονοῦμεν, οὐ πολὺν δὲ χρόνον διαλιπόντες τοῖς ψηφισθεῖσιν, ἐπειδὰν ἀπίωμεν, πάλιν 576 ἐπιτιμῶμεν. προσποιούμενοι δὲ σωφρονέστατοι τῶν Ἑλλήνων εἶναι, τοιούτοις χρώμεθα συμβούλοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἂν καταφρονήσειε, καὶ τοὺς αὐτοὺς τούτους κυρίους ἁπάντων τῶν κοινῶν καθίσταμεν, οἷς οὐδεὶς οὐδὲν ἂν τῶν ἰδίων ἐπιτρέψειε.
De Isocrate. Dionysius of Halicarnassus. ed. Hermann Usener, ed. Ludwig Radermacher. Leipzig. 1899.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.