τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα·
ὥς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
καλούς τε μεγάλους τε. φάνεν δέ οἱ εὐρέες ὦμοι
στήθεά τε στιβαροί τε βραχίονες.
ὡς ἂρ ἔφαν· Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός·
ἀλλὰ καὶ ὣς μνηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ.
κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον· ἐν δʼ ἄρα τοῖσιν
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσσῷ εὐρείῃ 1490
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὠρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.
καί ῥʼ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
πολλὸς δʼ ἱμερόεντα χορὸν περιΐσταθʼ ὅμιλος
τερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
ἀλλʼ ὅ γʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλε.
κόψε δʼ ἀπαρχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων.
τὸν δʼ ἔλιπε ψυχή· τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν.
ὁ δʼ ὠμοθετεῖτο συβώτης, 1497
πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν·
καὶ τὰ μὲν πυρὶ βάλλε παλύνας ἀλφίτου ἀκτῇ.
Antiquitates Romanae. Dionysius of Halicarnassus. ed. Karl Jacoby. Leipzig. 1885-1905.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.