εἰς πόλιν ἣν κτίζῃσθα θεοῖς σέβας ἄφθιτον αἰεὶ
θεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε χοροῖς τε.
ἔστʼ ἂν γὰρ τάδε σεμνὰ καθʼ ὑμετέρην χθόνα μίμνῃ
δῶρα Διὸς κούρης ἀλόχῳ σέθεν, ἡ δὲ πόλις σοι
ἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα.
Antiquitates Romanae. Dionysius of Halicarnassus. ed. Karl Jacoby. Leipzig. 1885-1905.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.