ΑΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΙΚΡΑ.
101. Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τ΄· φρούριον ἔχον πύργον· ὁ δὲ πύργος λιμήν ἐστι ἐπίσημος.
103. Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρν΄· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους η΄· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν αὕτη. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. Ἔστιν ἐν αὐτῇ βωμὸς Ἡρακλέους μέγιστος καλεῖται. Ἔστι δὲ
λιμὴν καὶ ὕδωρ ἔχει. Οἱ πάντες ὁμοῦ ἀπὸ Λέπτεως εἰς Μήνιγγαστάδιοι βτ΄.
ἐστὶ καὶ λιμένα έχει.
112. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ δὲ τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδιφθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκ΄. Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν
Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψν΄. Ἀπὸ Θένης εἰς Κέρκιναν · κατὰ τὴν πόλιν βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψ΄· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους π΄· ἔχει δὲ
λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουαι τὸ Ἰκάριον πέλαγος.
Stadiasmus Magni Maris. Anonymous. ed. Carolus Müllerus. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.