Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
εἰς Ῥήβαν ποταμὸν, στάδια ϟ΄· γίνονται δὲ μίλια ιβ΄. Ἀπὸ δὲ Ῥήβα ποταμοῦ εἰς Μέλαιναν, τὴν νῦν λεγομένην Καλὴν ἄκραν, στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Καλῆς ἄκρας εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρν΄, μίλια κ΄. Ἐνταῦθα ὄρμος ναυσὶ μικραῖς
πρὸς ἱερῷ Ἀφροδίτης παράκειται δὲ καὶ νησίον, ὅπερ σκεπάζει τὸν λιμένα.
ποταμοῦ τῶν ἐκβολῶν.
ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὅδατος, καὶ ὅτι ὗλαι πρὸς τῆ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται.
Ῥόης εἰς Ἀπολλωνίαν, νῆσον μικρὰν τὴν νῦν λεγομένην Δάφνην, ὀλίγον ἀπέχουσαν ἀπὸ τῆς ἠπείρου, ἐν ᾗ λιμὴν ὑπὸ νήσῳ, στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Αὕτη δὲ ἡ Ἀπολλωνιὰς νῆσος ἔχει ἐν αὑτῇ πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον. Ἀπὸ δὲ
Ἀπολλωνιάδος νήσου τῆς καὶ Δαφνουσίας εἰς Χηλὰς στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄· αὕτη ἐστὶν ἡ λεγομένη Χηλαὶ Μηδιανῶν.
Οὗτος ὁ ποταμὸς ἔχει ἐφ᾿ αὑτῷ μεσηγὺς πόλιν Προυσιάδα λεγομένην.
Ἀπὸ δὲ τοῦ Λιλεοῦ εἰς Ἔλαιον ἐμπόριον καὶ ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Ἐλαίου εἰς Κάλητα, ἐμπόριον καὶ ποταμὸν, στάδια ρκ΄, μίλια ις΄. Ἀπὸ δὲ Κάλητος ποταμοῦ εἰς Λύκον ποταμὸν στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Λύκου ποταμοῦ εἰς Ἡράκλειαν,
πόλιν Ἑλληνίδα Δωρικὴν, Μεγαρέων ἔποικον, στάδια ιθ΄, μίλια β΄,∠΄ Ϛ΄.
γίνονται μίλια ρλγ΄, ∠΄ Ϛ΄.
τοῦ Ποσειδείου εἰς Τυνδαρίδας, τὸ νῦν λεγόμενον Κυρσαιτὰ, στάδια με΄, μίλια Ϛ΄. Ἀπὸ δὲ Τυνδαριδῶν ἕως τοῦ Νυμφαίου στάδια με΄, μίλια Ϛ΄. Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς τὸν Ὀξίναν ποταμὸν στάδια λ΄, μίλια δ΄.
στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Ψύλλης εἰς Τίον πόλιν Ἑλληνίδα Ἰωνικὴν, ἐπὶ θαλάσσῃ οἱκουμένη Μιλησίων καὶ ταύτην ἔποικον, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Τίου εἰς Βιλλαῖον ποταμὸν στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄ οὗτος ὁ Βιλλαῖος ποταμὸς, ὥς τινές φασιν,
ὁρίζει Βιθυνίαν· τὰ δὲ ἐχόμενα Παφλαγονίας ἐστί. Τινὲς δὲ νῦν τὸν Παρθένιον ποταμὸν ὅρον Βιθυνίας καὶ Παφλαγονίας εἶναι βούλονται. Ἀπὸ δὲ τοῦ Βιλλαίου ποταμοῦ εἰς Ψίλιδα ποταμὸν, τὸν νῦν λεγόμενον Παπάνιον, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Ψίλιδος
ποταμοῦ ἤτοι Παπανίιου εἰς Παρθένιον ποταμὸν στάδια ο΄, μίλια θ΄, γ΄.
Ἀπὸ δὲ Αἰγιαλοῦ εἰς Κλίμακα κώμην στάδια ν΄, μίλια Ϛ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Κλίμακος εἰς Τιμολάϊον χωρίον στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Τιμολαΐου εἰς Θύμηνα στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Θυμήνων εἰς Κάραμβιν, ἀκρωτήριον ὑψηλὸν καὶ μέγα, στάδια
ρκ΄, μίλια ιϚ΄.
Ἰωνόπολιν, στάδια ρκ΄, μίλια ιϚ΄· ἐνταῦθα ὅρμος ναυσὶν οὐκ ἀσφαλής σαλεύοιεν δὲ ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν καταλάβοι.
εἰς Κίμωλιν κώμην, νῦν Κινώλην λεγομένην, στάδια ξ΄, μίλια η΄. Ἐν Κινώλῃ σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους ἔχει δὲ καὶ ὕφορμον εἰς τὴν καλουμένην Ἀντικίνωλιν. Ἀπὸ δὲ Κινώλης εἰς Στεφάνην, κώμην καὶ λιμένα, στάδια ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Στεφάνης εἰς
Ποταμοὺς χωρίον στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ τῶν Ποταμῶν εἰς Συριάδα Ἀκρουλεπτὴν στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Συριάδος Ἀκρουλεπτῆς κόλπος ἐκδέχεται· εἰσπλεύσαντι δὲ αὐτὸν εἰς Ἀρμένην, κώμην καὶ λιμένα μέγαν, στάδια ξ΄, μίλια η΄ ἔστι δὲ παρὰ
τὸν λιμένα ποταμὸς Ὀχθομανὴς ὀνόματι.
δεῖ, καὶ οὕτω καταίρειν εἰς τὴν πόλιν. Εἰσὶ δὲ τοῖς περιπλέουσι τὴν νῆσον πλείους ἄλλοι στάδιοι μ΄, μίλια ε΄,γ΄.
ὅσοι ἐπ᾿ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καὶ σὺν Δηϊλέοντι Φλόγιος, ὄντες Θετταλοί. ἔπειτα Ἁβρώνδας γένει Μιλήσιος ὑπὸ Κιμμερίων δʼ οὗτος ἀναιρεῖσθαι δοκεῖ· μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης, οἱ γενόμενοι φυγάδες τῶν Μιλησίων. Οὗτοι
δὲ συνοικίζουσιν αὐτὴν, ἡνίκα ὁ Κιμμερίων στρατὸς κατέδραμε τὴν Ἀσίαν.
ἐχομένην Καππαδοκίαν· οἱ παλαιοὶ γὰρ τήν Καππαδοκίαν καθήκειν βούλονται μέχρι τοῦ Εὐξείνου Πόντου· τινές δὲ αὐτοὺς Λευκοσύρους ἐκάλεσαν· νυνὶ δὲ μετὰ τὴν Παφλαγονίαν τὰ ἐχόμενα μέχρι τῶν βαρβαρικῶν ὁρίων ἰδίως Πόντος καλεῖται· διήρηται δὲ εἰς
ἐπαρχίας δύο.
Ἀπὸ δὲ Γουρζουβάνθου εἰς Ζάγωρον χωρίον, ἤδη Καλίππους λεγόμενον, στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Ζαγώρου εἶς Ζάληκον, ποταμὸν καὶ κώμην ἀλίμενον, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ζαλήκου ποταμοῦ εἰς Ἅλυν ποταμὸν πλωτὸν στάδια σι΄, μίλια κη.
ἔργα τριακόσια δὲ στάδια ἀπέχων τῆς Ἀμισοῦ, μεταξὺ Σύρων τε καὶ Παφλαγόνων φερόμενος εἰς τὸν Πόντον ἔξεισιν.
τὴν καὶ Δαγάλην λεγομένην, στάδια ρκ΄, μίλια ιϚ΄. ἀπὸ δὲ Εὐσήνης εἰς Ἀμισὸν πόλιν στάδια ρξ΄, μίλια κα΄, ∠΄ Ϛ΄. Ἀμισὸς, πόλις Ἑλληνὶς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεὶται.
τέσσαρσι γὰρ πρότερον ἔτεσιν οἰκισθεῖσα τῆς Ἡρακλείας, ἔλαβεν Ἰωνικήν κτίσιν. Κατὰ δὲ τὴν πόλιν ταύτην τῆς Ἀσίας σχεδὸν στεότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικὸν κόλπον διήκων τήν τε Ἀλεξανδρούπολιιν, τῷ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δὲ ὁδὸν εἰς τὴν
Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει· τὸ τῆς Ἀσίας γὰρ λέγεται ἰσθμωδέστατον εἴς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν. Ὁ δὲ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν λέγων ἐκ τῆς Κιλικίας ἀνδρί γ᾿ εὐζώνῳ μολεῖν πένθ᾿ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. Ἔθνη δὲ ἔχει τὰ πάντα
πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικὸν, εἶτ᾿ Ἰωνικὸν καὶ Δωρικὸν, τὰ λοιπὰ δὲ τῶν μιγάδων χωρὶς βάρβαρα· Κίλικες μὲν οὖν Λύκιοί τε καὶ πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοί τε παραθαλάσσιοι οἰκοῦσι, Παφλαγόνες τε καὶ Παμφύλιοι· Χάλυβες
δὲ τήν μεσόγαιαν, οἵ τε πλησίον Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικὴν, Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.
κώμην καὶ ποταμὸν Χαδίσιον στάδια μ΄, μίλια ε΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Χαδισίου εἰς Ἀγκῶνος λιμένα, ἐν ᾧ καὶ Ἶρις ἐμβάλλει, στάδια ρ΄, μίλια ιϚ΄.
λιμήν μέγας, ὁ λεγόμενος Λαμυρὼν, ὅρμος ναυσὶ καὶ ὑδροστόλος. Ἀπὸ δὶ Ἡρακλςίου εἰς Θερμώδοντα, ποταμὸν ναυσίπορον, στάδια μ΄, μίλια ε΄, γ΄. Οὗτος ὁ Θερμώδων ἐστὶν, ἐν ᾧπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται, ἔχουσαι πρὸς τὰς ἐκβολὰς αὐτοῦ καὶ πόλιν Θεμίσκυραν λεγομένην· διαρρεῖ δὲ Θερμώδων ποταμός. Ἀπὸ δὲ Θερμώδοντος ποταμοῦ εἰς Βῆριν ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Βήρεως ποταμοῦ εἰ Θοάριον ποταμὸν στάδια ϟ΄, μίλια ιβ΄.
Ἀμηλητὸν τόπον στάδια κ΄, μίλια β΄ ∠΄ Ϛ΄. Ἀπὸ δὲ Ἀμηλητοῦ τόπου εἰς Φαδισάνην ἤτοι Φάδισσαν στάδια ρλ΄, μίλια ιζ΄, ∠΄ Ϛ΄. ἐνταῦθα λιμήν, καὶ πόλις πλησίον, Πολεμώνιον λέγω. Ἀπὸ δὲ Φαδισάνης εἰς Πολεμώνιον πόλιν στάδια ν΄, μίλια Ϛ΄.
Ἀπὸ δὲ Κιλίκων νήσου ἐπὶ τὸν Γένητον ποταμὸν στάδια νε΄, μίλια ζ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὶ τοῦ Γενήτου ποταμοῦ εἰς Βοῶνα, ἀκρωτήριον καὶ χωρίον, στάδια κʼ, μίλια β΄, ∠΄ Ϛ΄. Ἐνταῦθα λιμὴν πάντων ἀνέμων, καὶ ὅρμος ναυσίν. Ἀπὸ δὲ Βοῦνος εἰς Κοτύωρον στάδια
ϟ΄, μίλια ιβ΄. Ταύτης τῆς Κοτυώρου ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσε, καὶ λέγει Σινωπέων ἄποικον εἶναι νῦν δὲ κώμη ἐστὶ, καὶ οὐδὲ αὐτὴ μεγάλη.
σπεύδοντες ἐκ παντὸς τρόπου, εὐδαιμονίαν εἶναι ταύτην κεκρικότες.
ἀλλʼ ἐπʼ εὐθείας διαπλέοντι τὸ στόμα τοῦ κόλπου, εἰς Ἑρμώνασσαν, χωρίον Τραπεζουσίων, στάδια τ΄, μίλια μ΄. Ἀπὸ δὲ Μελανθίου ποταμοῦ εἰς Φαρμαντὸν ποταμὸν στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Φαρμαντοῦ ποταμοῦ εἰς φαρμακίαν ἤτοι τὴν λεγομένην Φαρνακίαν στάδια ρκ΄, μίλια ιϚ΄. Αὕτη ἡ Φαρνακία πάλαι μὲν Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη
ἄποικος κτισθεῖσα ὑπ᾿ αὐτῶν, καθʼ ἣν ἔρημος κειμένη ἧς ἄντικρυς παρήκει νῆσος Ἄρεως λεγομένη.
φασὶ γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δʼ ἀεὶ ἕκαστα πράττειν· τὸν δʼ ἑαυτῶν βασιλέα δεδεμένον, ἐν πύργῳ τε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα· τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελὲς εἶναι, νομίμως
ἵνα πάντα προςτάττῃ ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας τήν τροφήν.
μίλια δ΄ Αὕτη ἡ Ἀρητιὰς νῆσος λέγεται Ἄρεως ἤτοι Ἀρεώνησος. Ἀπὸ δὲ τῆς Ἀρητιάδος νήσου εἰς Ζεφύριον χωρίον στάδια ρκ΄, μίλια ιϚ΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Ζεφυρίου χωρίου εἰς Τρίπολιν στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Τριπόλεως εἰς Ἀργυρὰ στάδια
κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τῶν Ἀργυρῶν εἰς Φιλοκάλειαν στάδια ϟ, μίλια ιβ΄. Ἀπὸ δὲ Φιλοκαλείας εἰς Κόραλλα στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κοράλλων εἰς Κερασοῦντα, πόλιν καὶ ποταμὸν, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Κερασοῦντος εἰς Ἱερὸν ὄρος, ἐν
ᾧ καὶ πόλις καὶ ὕφορμος, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἱεροῦ ὄρους εἰς Κορδύλην χωρίον, ἐν ᾧ καὶ ὅρμος ἐστὶ, στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Κορδύλης εἰς Ἑρμύσην καὶ δεῦρο ὅρμος στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ἑρμύσης εἰς πόλιν Τραπεζοῦντα,
ἐν ἦ ὅρμος λεγόμενος Δαφνοῦς, στάδια ξ΄, μίλια η΄. Τραπεζοῦς, πόλις Ἑλληνὶς, Σινωπέων ἔποικος, ἐπὶ θαλάσσῃ ᾠκισμένη.
ᾤκουν ἔθνος οἱ λεγόμενοι Μάκρωνες ἤτοι Μακροκέφαλοι.
Ὀφιοῦς ποταμὸς διορίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. Ἀπὸ οὖν Ὀφιοῦντος ποταμοῦ τὰ ἔθνη τῶν δύο Πόντων ἐστί· τὰ δὲ ἐχόμενα βαρβάρων διαφόρων ἐστὶν ἐθνῶν. Ἀπὸ δὲ Ὀφιοῦντος ποταμοῦ εἰς Ψυχρὸνν λεγόμενον ποταμὸν στάδια λ΄, μίλια δ΄.
δ΄. Ἀπὸ δὲ τοῦ Ἀσκούρνα ποταμοῦ εἰς Ἀδινῆον, τὸν ἤδη λεγόμενον ἀδιηνὸν ποταμὸν, στάδια ξ΄, μίλια η΄· ἔχει σάλον σύμμετρον ναυσίν. Ἀπὸ δὲ τοῦ ἀδινῃου ποταμοῦ εἰς Κόρδουλω χωρίον στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κορδύλων εἰς Ἀθήνας χωρίον
στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. ἐνταῦθα ὅρμος ναυσίν. Ἐστι γὰρ καὶ ἐν Πόντῳ Εὐξείνῳ χωρίον Ἀθῆναι λεγόμενον, ἐν ᾧ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν Ἑλληνικὸν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τούτου τοῦ χωρίου· καὶ φροῦριόν τί ἐστιν ἠμελημένον· ὁ δὲ ὅρμος οἶος ὥρα ἔτους
δέχεσθαι οὐ πολλὰς ναῦς, καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέψου καὶ αὐτοῦ τοῦ εὕρου· σώζοιτο δ᾿ ἂν καὶ ἀπὸ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλ᾿ οὐ τοῦ γε ἀπαρκτίου, οὐδὲ τοῦ θρασκίου μέν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῆ Ἑλλάδι καλουμένου.
ποταμὸν, στάδια ξϚ΄, μίλια η΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τοῦ Πυξίτου ποταμοῦ εἰς Ἄρχαβιν ποταμὸν στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἀρχάβεως ποταμοῦ εἰς Ἄψαρον ποταμὸν στάδια ζ΄, μίλια η΄.
ὅτι ὠνομάζετο ἐπὶ Θόαντι τῷ βασιλεῖ τῶν Ταύρων, ὃς τοὺς ἀμφʼ Ὀρίστην καὶ Πυλάδην διώκων ἄχρι τῆςδε τῆς χώρας ἐλθειν φημίζεται, καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν.
πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Ἐκχειριεῖς, νῦν δὲ οἰκοῦσι Μαχελῶνες καὶ Ἡνίοχοι. Λείπει τὰ ἀπ᾿ Ὀφιοῦντος ποταμοῦ ἕως τῆς λίμνης τῆς Μαιώτιδος.
τῆς Ἀσίας τὴν Εὐρώπην· καὶ ὁρμᾶται μέν ἀπὸ λίμνης εθρο υέειαm. τῆς Μαιώτιδος, ἐσβάλλει δὲ εἰς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου· καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. έαοα. Λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνεσ πρὸς τὸν Προμηθέα ὅτι·
ἐφʼ οἷς καὶ Μαιῶτις λίμνη λέγεται ὡς δὲ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος· τούτοις δὲ ἐπιμεμίχθαι τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν, ἐλθούσας ποτὲ ἀπὸ τῆς περὶ τὸν Θερμώδοντα γενομένης μάχης ἐφ᾿ οἶς ἐπεκλήθησαν οἱ Σαυρομάται Γυναικοκρατούμενοι.
ποταμοῖς ἀδιάβατος, τενάγεσί τε τοῖς ἐν τῷ πέραν, ἃ δὲ τῆ θαλάσσῃ τῆ τε λίμνῃ γίνεται. Τὸ δὲ στόμα ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μέν βαρβάρων κεκλημένη, κτίσις δὲ τυράννων οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπός τε ἀποικισθεῖσα διὰ Μιλησίων. Καὶ
ταῦτα μέν ἐν τῷ τῆς Ἀσίας μέρει.
ἐστι γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. Πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος· εἶτεν Ἀροτῆρας πρόσω, Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον· πρὸς ἀνατολὰς δὲ ἐκβάντι τὸν Βορυσθένην ποταμὸν, τοὺς τήν λεγομένην Ὕλαιαν
οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω· ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον. πέρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος. Ἐπέκεινα δὲ πάλιν ἔρημον εἶναι ἐχομένην. Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος, ἕτερά τε πλείονα οὐ διωνομασμένα,
Νομαδικὰ δὲ ἐπικαλούμενα, εὐσεβῆ πάνυ· ὧν οὐδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν· οἰκοφόρα δὲ ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι, Σκυθικαῖς ἱππομολγίαις· ζῶσι δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινήν ἀπάντων, τήν θʼ ὅλην συνουσίαν. Καὶ τὸν σοφὸν
δὲ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶ γενέσθαι τῶν σφόδρα εὐσεβεστάτων· καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. Εὐσημότατον δὲ εἶναί φησιν τὸ τῶν Σαυροματῶν καὶ Γελώνων καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος.
Ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναῖς, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμα Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφʼ οὑρετριεύς· ὡς δὲ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινὸς, ἧς τὸ πέρας ἐστὶν ἄφραστον. ἐξίησι δὲ
δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τήν λεγομένην Μαιῶτιν, ἐς τὸν Κιμμερικόν τε Βόσπορον.
Ἐπ᾿ εὐθείας δὲ πλέοντι ἀπὸ Βοσπόρου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Παντικαπαίου πόλεως εἰς Τυριστάκην πόλιν στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Τυριστάκης
πόλεως εἰς Νυμφαῖον πόλιν στάδιοι κε΄, μίλια γ΄, γ΄. Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς Ἄκρας κωμίον στάδιοι ξε΄, μίλια η΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ ἄκρας εἰς Κύτας πόλιν, τὴν πρώην λεγομένην Κυδεάκαι, στάδιοι λ΄, μίλια δ΄. Ἀπὸ οὖν Ἀθηναιῶνος μέχρι Κυτῶν Σκῦθαι κατοικοῦσιν. Μετὰ δὲ ταῦτα Βόσπορος ὁ Κιμμερικός
ἐστιν. Ἀπὸ δὲ Κυτῶν ἐς Κιμμερικὸν πόλιν στάδιοι ξ΄, μίλια η΄· ἐνταῦθα ὅρμος ναυσὶ τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις. Ἄντικρυς δὲ ἐν τῆ θαλάσσῃ νῆσοι πετρώδεις οὐ πάνυ μεγάλαι δύο, ἀπέχουσαι ὀλίγον τῆς ἠπείρου. Ὁμοῦ
ἀπὸ τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἕως τοῦ Κιμμερικοῦ στάδιοι τ΄, μίλια μ΄· ἀπὸ δὲ Παντικαπαίου πόλεως ἕως Κιμμερικοῦ στάδιοι σμ΄, μίλια λβ΄.
Καζέκας εἰς Θευδοσίαν, πόλιν ἔρημον, ἔχουσαν καὶ λιμένα, στάδιοι σπ΄, μίλια λζ΄, γ΄· καὶ αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις, τῶν Μιλησίων ἔποικος, καὶ μνήμη αὐτῆς ἐστὶν ἐν πολλοῖς συγγράμμασι. Νῦν δὲ λέγεται ἡ Θευδοσία τῆ Ἀλανικῇ ἤτοι τῆ ταυρικῇ διαλέκτῳ
Ἀρδάβδα, τουτέστιν ἑπτάθεος. Ἐν ταύτῃ δὲ τῇ Θευδοσίᾳ λέγεταί ποτε καὶ φυγάδας ἐκ τοῦ Βοσπόρου οἰκῆσαι.
λιμένος ἤτοι Σκυθοταύρων εἰς Λαμπάδα στάδιοι χ΄, μίλια π΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Λαμπάδος εἰς τὸ Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς, ὑψηλὸν ὄρος, στάδιοι σκ΄, μίλια κθ΄, γ΄.
ἀφικέσθαι ποτὲ κλαπεῖσαν τὴν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. Εἰσὶν δὲ τοῖς ὄχλοις οἱ Ταῦροι συχνοὶ, βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες, τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασι.
ἅμα Δηλίοις χερρόνησον οἰκίσαι.
τῆς Ταυρικῆς, ἔποικον Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ, στάδιοι ρπ΄, μίλια κδ΄. Ἐνταῦθα ὅρμος καὶ λιμένες καλοί.
λιμένος, σταδίους βχ΄, μίλια τμϚ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ κώμης τῆς Πορθμίτιδος τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως κειμένης, ἕως Χερσῶνος στάδιοι βσξ΄, μίλια τα΄, γ΄, Ὁμοῦ ἀπὸ βοσπόρου ἤτοι Παντικαπαίου ἕως
πόλεως Χερσῶνος στάδιοι βσ΄, μίλια σϟγ΄, γ΄.
μέχρι τοῦ Ἴστρου ποταμοῦ ἤτοι Δανούβεως καλουμένου πάλιν Σκῦθαι κατοικοῦσιν. Ἀπὸ δὲ Καλοῦ λιμένος κόλπος ἐκδέχεται καλούμενος Καρκινίτης, διήκων εἰς Ταμυράκην· ἔστι δὲ ὁ κόλπος στάδιοι βσν΄, μίλια τ΄. Μὴ περιπλέοντι τοίνυν αὐτὸν, ἀλλʼ
ἐπ᾿ εὐθείας διαπλέοντι τὸν ἰσθμὸν, εἰσὶ στάδιοι τ΄, μίλια μ΄. Ἔσω δὲ Ταμυράκης ἔστι λίμνη οὐ μεγάλη.
μίλια ρξ΄. Ἀπὸ δὲ τοῦ ἱεροῦ ἄλσους τῆς Ἑκάτης εἰς Βορυσθένην ποταμὸν ναυσίπορον, τὸν νῦν Δάναπριν λεγόμενον, στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄.
τοὺς φυομένους, νομάς τε τοῖς βοσκήμασιν· ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τεσσαράκοντα πλωτόν· εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι καὶ οὐ περάσιμος ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.
τῶν δυοῖν ποταμῶν συμβολαῖς ἐστιν κτισθεῖσα πόλις, πρότερον μὲν Ὀλβία καλουμένη, μετὰ δὲ ταῦτα ὑφ᾿ Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα· ταύτην δέ κατὰ τὴν Μηδικήν ἐπαρχίαν Μιλήσιοι κτίζουσιν· διακοσίων δέ καὶ τεσσαράκοντα σταδίων τὸν ἀνάπλουν ἀπὸ τῆς θαλάσσης
ἔχει τῷ ποταμῷ Βορυσθένει τῷ νῦν καλουμένῳ Δανάπερι, μίλια λβ΄.
στάδιοι π΄, μίλια ι΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς Σκοπέλους χωρίον στάδιοι ρξ΄, μίλια κα΄, γ΄. Ἀπὸ δὲ Σκοπέλων εἰς Ἰστριανῶν λιμένα στάδιοι ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἰστριανῶν λιμένος εἰς Ἰσιακῶν λιμένα στάδιοι ϟ΄, μίλια ιβ΄. ἀπὸ δὲ τοῦ Ἰσιακῶν λιμένος ἐπὶ τὸ Νοκώνιον χωρίον στάδιοι τ΄, μίλια μ΄. Ἀπὸ δὲ τοῦ Νικωνίου χωρίου εἰς Τύραν ποταμὸν ναυσίπορον στάδιοι λ΄, μίλια δ΄.
ἔχων, ταῖς ὁλκάσι τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. Ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας λεγομένη, ἄποικος Μιλησίων.
Τύρα ποταμοῦ στάδιοι δρι΄, μίλια φμη΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ πόλεως Χερσῶνος μέχρι Τύρα ποταμοῦ, σὺν τῷ περίπλῳ τοῦ Καρκινίτου κόλπου, γράφει σταδίους δυκ΄, μίλια φπθ΄, γ΄. Ἀπὸ δὲ Τύρα ποταμοῦ ἐπὶ τὰ Νεοπτολέμου στάδιοι ρκ΄, μίλια ιϚ΄.
Ἀπὸ δὲ τῶν Νεοπτολέμου ἐπὶ Κρημνίσκους στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ Τύρα ποταμοῦ ἕως τῶν Κρημνίσκων εἶναι λέγει σταδίους υπ΄, μίλια ξδ΄. Ἀπὸ δὲ τῶν Κρημνίσκων ἐπὶ τὰ Ἀντιφίλου στάδιοι τλ΄, μίλια μδ΄. Ἀπὸ δὲ τῶν Ἀντιφίλοῦ
εἰς Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου ποταμοῦ στάδιοι τ΄, μίλια μ΄. Οὗτοι Θρᾷκες καὶ Βαστάρναι ἐπήλυδες.
νῆσος πρόκειται, ἥντινα οἱ μέν Ἀχιλλέως νῆσον, οἱ δὲ δρόμον Ἀχιλλέως, οἱ δὲ Λευκὴν ἀπὸ τῆς χροιᾶς ὀνομάζουσιν.
ταύτης χώραν ἰδεῖν, καίπερ ἀπεχούσης αὐτῆς ἀπὸ τῆς ἠπείρου σταδίους υ΄ μίλια νγ΄, γ΄, ὡς δή συγγράφει Δημήτριος.
ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον ἤτοι ἄγαλμα τῆς πάλαι ἐργασίας. Ἡ δὲ νῆσος ἀνθρώπων μέν ἐρήμη ἐστίν· νέμεται δὲ αἰξὶν οὐ πολλαῖς, καὶ ταύτας μὲν ἀνατιθέναι λέγονται τῶ Ἀχιλλεῖ ὅσοι ἀεὶ προσίσχουσι. Καὶ γὰρ καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται
ἐν τῷ ναῷ, φιάλαι, δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων. Ταῦτα ξύμπαντα χαριστήρια τῷ Ἀχιλλεῖ ἀνάκειται, καὶ ἐπιγράμματα, τὰ μὲν ῥωμαῖκῶς, τὰ δὲ ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως.
Ἴστρου στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ ναράδου ἐπὶ τὸ Ἱερὸν λεγόμενον στόμιον πέμπτον τοῦ Ἴστρου στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἐντεῦθεν τὰ μέρη Θράκης τῆς εἰς τὸν Πόντον καθηκούσης ἐκδέχεται, καὶ ὅροι τῶν Θρακῶν. Τὰ δὲ πρότερα πάντα βάρβαρά ἐστιν ἔθνη.
χρόνον χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὄμβροισι καὶ ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τε τηκομένων λαμβάνων ἀεὶ πάγων, ἐν δὲ τῷ θέρει τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. Ἔχει δέ καὶ νήσους ἐν αὐτῷ κειμένας πολλάς τε καὶ μεγάλας τοῖς μεγέθεσιν, ὡς λόγος· ὧν ἡ μεταξῦ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων, ἐστὶν οὐκ ἐλάττων μέν τῆς Ῥόδου νήσου, Πεύκη δὲ λέγεται αὕτη διὰ τὸ πλῆθος
ὧν ἔχει πευκῶν. Εἶθ᾿ οὕτως· Μετʼ αὐτὴν πελαγία κειμένη ἡ προειρημένη τοῦ Ἀχιλλέως νῆσος.
τὸ ὄνομα. Καὶ ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σκυθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβάρων, τὸ Κιμμερίους διῶκον ἔκ τοῦ Βοσπόρου.
γενομένη. ἔκτισαν δὲ ταύτην, ἡνίκα τὴν Μακεδόνων ἀρχήν Ἀμύντας παρέλαβεν.
δὲ Καρῶν λιμένος εἰς Τετρισιάδα ἤτοι Τίριζαν ἄκραν λεγομένην, ἔχουσαν καὶ ὕφορμον τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, νῦν δὲ λεγομένην Ἄκραν, στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Τετρισιάδος ἤτοι Ἄκρας εἰς Βιζώνην πολίχνιον, ἐν σάλος, στάδιοι ξ΄, μίλια η΄.
διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις· ἔπειτα δέ μετωνομάσθη Ματιόπολις· ὕστερον δὲ, Διονυσιακοῦ ἀγάλματος προσπεσόντος ἐκ τῆς θαλάττης τοῖς τόποις, Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. Ἐν μεθορίοις δὶ τῆς Κροβύζων καὶ Σκυθῶν χώρας κειμένη, μιγάδας
Ἕληνας οἱκητὰς ἔχει.
Θρᾶκας.
Ταύρῳ τὸ μέγεθος προσεμφερής, τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων.
ϟ΄, μίλια ιβ΄.
Εὐξείνου τυχεῖν.
δὲ Χερρονήσου εἰς Αὐλαίου τεῖχος τὸ καὶ λεγόμενον Θήρας χωρίον, ἐν ᾧ καὶ ὕφορμος, στάδιοι σν΄, μίλια λγ΄, γ΄. Ἐντεῦθεν τὰ μέρη τῶν Βυζαντίων ἐκδέχεται· τὰ δὲ πρότερα Θράκης τῆς εἰς τὸν Πόντον καθηκούσης τοῦ ἐν τῷ Εὐρωπαίῳ μέρει τοῦ Πόντου περίπλου. Ἀπὸ δὲ
Θηρῶν χωρίου ἤτοι τοῦ λεγομένου Αὐλαίοιυ τείχους εἰς Θυνιάδα, ἀκρωτήριον, ἐν ᾧ καὶ ὅρμος ναυσὶ, στάδιοι ρκ΄, μίλια ιϚ. Θυνιὰς, εὐλίμενος ἄκρα τῆς Ἀστικῆς Θράκης ὑπάρχουσα.
μίλια κϚ΄, ∠΄,Ϛ΄. Τούτου τοῦ χωρίου μνήμην ποιεῖται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἐλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσε· καὶ περὶ τῆς λιμενότητος τοῦ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες, οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσι
διαμάχονται.
Φιλίαν, καὶ Βυζαντίων χωρίον καὶ ἀκρωτήριον, στάδιοι τι, μίλια μα΄, γ΄. κπὸ δὲ Φρυγίας τῆς καὶ Φιλίας ἐς Κυανέας ἤτοι Κύλας στάδιοι τκ΄, μίλια μβ΄, ∠΄,Ϛ΄. Αὗται δὲ αἱ Κυάνεαι εἰσὶν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἷναι, καὶ διὰ τούτων
πρώτηνναῦν περάσαι τὴν Ἀργὼ, ἥτις εἰς Κόλχους Ἰάσονα ἤγαγεν. Ἀπὸ δὲ Κυανέων εἰς τὸ Ἱερὸν τοῦ Διὸς Οὐρίου, ἐν ᾧ τὸ στόμα τοῦ Πόντου, στάδιοι μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ τοῦ ἱεροῦ εἰς λιμένα Δάφνης τῆς Μαινομένης τὸν νῦν λεγόμενον Σωσθένην στάδιοι
μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Σωσθένους εἰς τὸ Βυζάντιον στάδιοι π΄, μίλια ι΄, ∠΄,Ϛ΄. Τάδε καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου ἐπὶ Βόσπορον τὸν Θράκιον καὶ Βυζάντιον.
ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἤτοι στόματος τοῦ Πόντου στάδιοι γχμ΄, μίλια υπε΄, γ΄. Ἀπὸ δέ Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου στάδιοι εχ, μίλια ψμϚ΄, ∠΄,Ϛ΄.
Ἀπὸ δὲ Χερσῶνος ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου στάδιοι ηϠ΄, μίλια ἀρπϚ΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ τῆς Πορθμίας κώμης, τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης τῶν τοῦ Πόντου μερῶν, τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης κειμένης, ἤτοι Βοσπόρου τοῦ
Κιμμερίου καλουμένου, ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου, στάδιοι „α αρ΄, μίλια αυπ΄. Λέγεται δὲ τῆς Εὐρώπης ὁ παράπλους ἶσος εἶναι τῷ περίπλῳ τῆς Ποντικῆς τῶν τῆς Ἀσίας μερῶν.
στάδιοι δχξ΄, μίλια χκα΄, γ΄. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως ποταμοῦ στάδιοι γωβ΄, μίλια φζ΄. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἤτοι Ἀχιλλείου κώμης στάδιοι
δκε΄ μίλια φλϚ΄, ∠΄,Ϛ΄. Ὡς γίνεσθαι ἀπὸ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στομίου τῆς Μαιώτιδος στάδιοι „α βυπζ΄, μίλια αχξε΄. Ὁμοῦ γίνονται ὁ πᾶς περίπλους τοῦ Εὐξείνου Πόντου,
τῶν τε δεξιῶν τῶν τε παρὰ τὴν Ἀσίαν μερῶν τοῦ Πόντου, καὶ ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδιοι βγ φπζ΄, μίλια γρμε΄.
Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στάδιοι θ΄, μίλια ασ΄.
Anonymi (Arriani, ut fertur) periplus ponti Euxini. Pseudo-Arrianus. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.