ΔΙΟΣ ΚΑΙ ΕΡΜΟΥ
ΖΕΥΣ
Τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα, ὦ Ἑρμῆ;
ΕΡΜΗΣ
Ναί· τὴν Ἰὼ λέγεις;
ΖΕΥΣ
Οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις.
ΕΡΜΗΣ
Τεράστιον τοῦτο· τῷ τρόπῳ δ’ ἐνηλλάγη;
ΖΕΥΣ
Ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλὰ καὶ καινὸν
1
ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι· βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν.
ΕΡΜΗΣ
Τί οὖν ἡμᾶς χρὴ ποιεῖν;
ΖΕΥΣ
Καταπτάμενος ἐς τὴν Νεμέαν—ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ—ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ
208
διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον· καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σῳζέτω τοὺς πλέοντας.
Dialogi deorum. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.