ΗΦΑΙΣΤΟΥ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ
ΗΦΑΙΣΤΟΣ
Ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν, ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ
1
πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον;
ΑΠΟΛΛΩΝ
Ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
ΗΦΑΙΣΤΟΣ
Καὶ τί
2
ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
ΑΠΟΛΛΩΝ
Ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
221
ΗΦΑΙΣΤΟΣ
Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε,
3
τὸ ἐν τοῖς σπαργάνοις;
ΑΠΟΛΛΩΝ
Εἴσῃ, ὦ Ἥφαιστε, ἤν
4
σοι προσέλθῃ μόνον.
ΗΦΑΙΣΤΟΣ
Καὶ μὴν προσῆλθεν ἤδη.
ΑΠΟΛΛΩΝ
Τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν
5
αὐτῶν;
ΗΦΑΙΣΤΟΣ
Πάντα, ὦ Ἄπολλον.
ΑΠΟΛΛΩΝ
Ὅμως ἐπίσκεψαι ἀκριβῶς.
ΗΦΑΙΣΤΟΣ
Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
ΑΠΟΛΛΩΝ
Ἀλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους.
ΗΦΑΙΣΤΟΣ
Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;
ΑΠΟΛΛΩΝ
Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος
6
τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾽. ὅπως ὑφελὼν
7
τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι
8
τὸ σκῆπτρον·
222
εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.
ΗΦΑΙΣΤΟΣ
Ὑπέρδριμύν
9
τινα τὸν παῖδα φῄς.
ΑΠΟΛΛΩΝ
Οὐ μόνον, ἀλλ’ ἤδη καὶ μουσικόν.
ΗΦΑΙΣΤΟΣ
Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
223
ΑΠΟΛΛΩΝ
Χελώνην που νεκρὰν
10
εὑρὼν ὄργανον ἀπ' αὐτῆς συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον
11
224
ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα.
12
ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ’ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
ΗΦΑΙΣΤΟΣ
Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
ΑΠΟΛΛΩΝ
Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυάγραν—
ΗΦΑΙΣΤΟΣ
Εὖ γε ὑπέμνησας· ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς σπαργάνοις.
Dialogi deorum. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.