Ποσειδῶνος καὶ Ἑρμοῦ
227
Ποσειδῶν
ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;
Ἑρμῆς
οὐδαμῶς, ὦ Πόσειδον.
Ποσειδῶν
ὅμως προσάγγειλον αὐτῷ.
Ἑρμῆς
μὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι.
Ποσειδῶν
μῶν τῇ Ἥρᾳ σύνεστιν;
Ἑρμῆς
οὔκ, ἀλλʼ ἑτεροῖόν τί ἐστι.
Ποσειδῶν
συνίημι· ὁ Γανυμήδης ἔνδον.
Ἑρμῆς
οὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός.
Ποσειδῶν
πόθεν, ὦ Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φής.
Ἑρμῆς
αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.
Ποσειδῶν
ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.
Ἑρμῆς
τέτοκεν ἀρτίως, ὦ Πόσειδον.
228
Ποσειδῶν
ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά.
Ἑρμῆς
εὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.
Ποσειδῶν
οἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.
Ἑρμῆς
οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ ἐκ τῆς Σεμέλης βρέφος.
Ποσειδῶν
εὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;
Ἑρμῆς
Θηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.
Ποσειδῶν
εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντʼ ἐκείνης;
Ἑρμῆς
καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ· τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα ἡ Ἥρα — οἶσθα ὡς ζηλότυπός ἐστι — πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρʼ αὐτήν· ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον· καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.
Ποσειδῶν
νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;
Ἑρμῆς
ἐς τὴν Νῦσαν ἀποκομίσας ἔδωκα ταῖς Νυμφαις
229
ἀνατρέφειν Διόνυσον ἐπονομασθέντα.
Ποσειδῶν
οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ὁ ἀδελφός ἐστιν;
Ἑρμῆς
ἔοικεν. ἄπειμι δʼ οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων ἃ νομίζεται ὥσπερ λεχοῖ.
Dialogi deorum. Lucian. ed. Karl Jacobitz. Leipzig. 1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.