ΕΝΙΠΕΩΣ ΚΑΙ ΠΟΣΕΙΔΩΝΟΣ
ΕΝΙΠΕΥΣ
Οὐ καλὰ ταῦτα, ὦ Πόσειδον· εἰρήσεται γὰρ τἀληθές· ὑπελθών μου τὴν ἐρωμένην εἰκασθεὶς ἐμοὶ διεκόρησας
1
τὴν παῖδα· ἡ δὲ ᾤετο ὑπ' ἐμοῦ αὐτὸ πεπονθέναι καὶ διὰ τοῦτο παρεῖχεν ἑαυτήν.
ΠΟΣΕΙΔΩΝ
Σὺ γάρ, ὦ Ἐνιπεῦ, ὑπεροπτικὸς ἦσθα καὶ βραδύς, ὃς κόρης οὕτω καλῆς φοιτώσης ὁσημέραι παρὰ σέ, ἀπολλυμένης ὑπὸ τοῦ ἔρωτος, ὑπερεώρας καὶ ἔχαιρες λυπῶν αὐτήν, ἡ δὲ περὶ τὰς ὄχθας ἁλύουσα
321
καὶ ἐπεμβαίνουσα καὶ λουομένη ἐνίοτε ηὔχετό σοι ἐντυχεῖν, σὺ δὲ ἐθρύπτου πρὸς αὐτήν.
ΕΝΙΠΕΥΣ
Τί οὖν; διὰ τοῦτο ἐχρῆν σε προαρπάσαι τὸν ἔρωτα καὶ καθυποκρίνασθαι Ἐνιπέα ἀντὶ Ποσειδῶνος εἶναι καὶ κατασοφίσασθαι τὴν Τυρὼ ἀφελῆ κόρην οὖσαν;
ΠΟΣΕΙΔΩΝ
Ὀψὲ ζηλοτυπεῖς, ὦ Ἐνιπεῦ, ὑπερόπτης πρότερον ὤν· ἡ Τυρὼ δὲ οὐδὲν δεινὸν πέπονθεν οἰομένη ὑπὸ σοῦ διακεκορῆσθαι.
2
ΕΝΙΠΕΥΣ
Οὐ μὲν οὖν· ἔφησθα γὰρ ἀπιὼν ὅτι Ποσειδῶν ἦσθα. ὃ καὶ μάλιστα ἐλύπησεν αὐτήν· καὶ ἐγὼ τοῦτο ἠδίκημαι, ὅτι τὰ ἐμὰ σὺ ηὐφραίνου τότε καὶ περιστήσας πορφύρεόν τι κῦμα, ὅπερ ὑμᾶς συνέκρυπτεν ἅμα, συνῆσθα τῇ παιδὶ ἀντ' ἐμοῦ.
ΠΟΣΕΙΔΩΝ
Ναί· σὺ γὰρ οὐκ ἤθελες, ὦ Ἐνιπεῦ.
Dialogi Marini. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.