ΝΟΤΟΥ ΚΑΙ ΖΕΦΥΡΟΥ
ΝΟΤΟΣ
Ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους εἰς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρησεν
1
ἁλοὺς ἔρωτι;
ΖΕΦΥΡΟΣ
Ναί, ὦ Νότε· οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου· νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι πάνυ ἑώρα ἐρῶντα τὸν Δία.
ΝΟΤΟΣ
Νῦν δὲ ἔτι ἐρᾷ τῆς βοός;
306
ΖΕΦΥΡΟΣ
Καὶ μάλα, καὶ διὰ τοῦτο αὐτὴν εἰς Αἴγυπτον ἔπεμψεν καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλασσαν ἔστ' ἂν διανήξεται,
2
ὡς ἀποτεκοῦσα ἐκεῖ—κυεῖ δὲ ἤδη—θεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.
ΝΟΤΟΣ
Ἡ δάμαλις θεός;
ΖΕΦΥΡΟΣ
Καὶ μάλα, ὦ Νότε· ἄρξει τε, ὡς ὁ Ἑρμῆς ἔφη, τῶν πλεόντων καὶ ἡμῶν ἔσται δέσποινα, ὅντινα ἂν ἡμῶν ἐθέλῃ ἐκπέμψαι ἢ κωλῦσαι ἐπιπνεῖν.
ΝΟΤΟΣ
Θεραπευτέα τοιγαροῦν, ὦ Ζέφυρε, ἤδη δέσποινά γε οὖσα. εὐνουστέρα γὰρ ἂν οὕτως γένοιτο.
ΖΕΦΥΡΟΣ
Ἀλλ' ἤδη γὰρ διεπέρασε καὶ ἐξένευσεν ἐς τὴν γῆν. ὁρᾷς ὅπως οὐκέτι μὲν τετραποδητὶ
3
βαδίζει, ἀνορθώσας δὲ αὐτὴν ὁ Ἑρμῆς γυναῖκα παγκάλην αὖθις ἐποίησεν;
ΝΟΤΟΣ
Παράδοξα γοῦν ταῦτα, ὦ Ζέφυρε· οὐκέτι τὰ
307
κέρατα οὐδὲ οὐρὰ καὶ δίχηλα τὰ σκέλη, ἀλλ’ ἐπέραστος κόρη. ὁ μέντοι Ἑρμῆς τί παθὼν μεταβέβληκεν ἑαυτὸν καὶ ἀντὶ νεανίου κυνοπρόσωπος γεγένηται;
ΖΕΦΥΡΟΣ
Μὴ πολυπραγμονῶμεν, ὅτι ἄμεινον ἐκεῖνος οἶδε τὸ πρακτέον.
4
Dialogi Marini. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.