Σάμιππος
πρόσιμεν δή, εἴ σοι δοκεῖ. καὶ ὅπως ἄνδρες
272
ἀγαθοὶ ἐν τοῖς κινδύνοις ἔσεσθε μηδὲ προδώσετε τὸ πάτριον φρόνημα· ἤδη γάρ που καὶ οἱ πολέμιοι ἐπιλαμβάνουσιν. ὥστε τὸ μὲν σύνθημα ἔστω Ἐνυάλιος· ὑμεῖς δὲ ἐπειδὰν σημάνῃ ὁ σαλπιγκτής, ἀλαλάξαντες καὶ τὰ δόρατα κρούσαντες πρὸς τὰς ἀσπίδας ἐπείγεσθε συμμῖξαι τοῖς ἐναντίοις καὶ ἐντὸς γενέσθαι τῶν τοξευμάτων, ὡς μηδὲ πληγὰς λαμβάνωμεν ἀκροβολίζεσθαι αὐτοῖς διδόντες· καὶ ἐπειδὴ ἐς χεῖρας ἤδη συνεληλύθαμεν, τὸ μὲν εὐώνυμον καὶ ὁ Τιμόλαος ἐτρέψαντο τοὺς καθʼ αὑτοὺς Μήδους ὄντας, τὸ δὲ κατʼ ἐμὲ ἰσόπαλον ἔτι, Πέρσαι γάρ εἰσι καὶ ὁ βασιλεὺς ἐν αὐτοῖς· ἡ δὲ ἵππος ἅπασα τῶν βαρβάρων ἐπὶ τὸ δεξιὸν ἡμῶν ἐλαύνουσιν, ὥστε, ὦ Λυκῖνε, αὐτός τε ἀνὴρ ἀγαθὸς γίγνου καὶ τοῖς μετὰ σαυτοῦ παρακελεύου δέχεσθαι τὴν ἐπέλασιν.
Navigium. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.