Ἀδείμαντος
τοῖς φίλοις δὲ ὑμῖν, Σαμίππῳ μὲν εἴκοσι μεδίμνους ἐπισήμου χρυσίου παραμετρῆσαι τὸν οἰκονόμον ἐκέλευσα ἄν, Τιμολάῳ δὲ πέντε χοίνικας, Λυκίνῳ δὲ χοίνικα, ἀπομεμαγμένην καὶ ταύτην, ὅτι λάλος ἐστὶ καὶ ἐπισκώπτει μου τὴν εὐχήν. τοῦτον ἐβουλόμην
265
βιῶναι τὸν βίον πλουτῶν ἐς ὑπερβολὴν καὶ τρυφῶν καὶ πάσαις ἡδοναῖς ἀφθόνως χρώμενος. εἴρηκα, καί μοι ὁ Ἑρμῆς τελεσιουργήσειεν αὐτά.
Navigium. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.