Ἀδείμαντος
εἶτα δεῖπνα ἐπὶ χρυσοῦ — εὐτελὴς γὰρ ὁ ἄργυρος καὶ οὐ κατʼ ἐμέ — τάριχος μὲν ἐξ Ἰβηρίας, οἶνος δὲ ἐξ Ἰταλίας, ἔλαιον δὲ ἐξ Ἰβηρίας καὶ τοῦτο, μέλι δὲ ἡμέτερον τὸ ἄπυρον, καὶ ὄψα πανταχόθεν καὶ σύες καὶ λαγώς, καὶ ὅσα πτηνά, ὄρνις ἐκ Φάσιδος καὶ ταὼς ἐξ Ἰνδίας καὶ ἀλεκτρυὼν ὁ Νομαδικός· οἱ δὲ
264
σκευάζοντες ἕκαστα σοφισταί τινες περὶ πέμματα καὶ χυμοὺς ἔχοντες. εἰ δέ τινι προπίοιμι σκύφον ἢ φιάλην αἰτήσας, ὁ ἐκπιὼν ἀποφερέτω καὶ τὸ ἔκπωμα.
Navigium. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.