Τιμόλαος
ἅλις παιδιᾶς, ὦ Λυκῖνε. ὁρᾷς, ὡς ἐρυθριᾶν Ἀδείμαντον ἐποίησας πολλῷ τῷ γέλωτι ἐπικλύσας τὸ πλοῖον, ὡς ὑπέραντλον εἶναι καὶ μηκέτι ἀντέχειν πρὸς τὸ ἐπιρρέον; καὶ ἐπείπερ ἔτι πολὺ ἡμῖν τὸ λοιπόν ἐστι πρὸς τὸ ἄστυ, διελόμενοι τετραχῆ τὴν ὁδὸν κατὰ τοὺς ἐπιβάλλοντας ἕκαστος σταδίους αἰτῶμεν ἅπερ ἂν δοκῇ παρὰ τῶν θεῶν· οὕτω γὰρ ἂν ἡμᾶς ὅ τε κάματος λάθοι καὶ ἅμα εὐφρανούμεθα ὥσπερ ἡδίστῳ ὀνείρατι ἑκουσίῳ περιπεσόντες, ἐφʼ ὅσον βουλόμεθα, εὖ ποιήσοντι ἡμᾶς· παρʼ αὐτῷ γὰρ ἑκάστῳ τὸ μέτρον τῆς εὐχῆς, καὶ οἱ θεοὶ πάντα ὑποκείσθωσαν παρέξοντες, εἰ καὶ τῇ φύσει ἀπίθανα ἔσται. τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται τὸ πρᾶγμα
260
ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ καὶ τῇ εὐχῇ· δηλώσει γὰρ οἷος ἂν καὶ πλουτήσας ἐγένετο.
Navigium. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.