ΛΥΚΙΝΟΣ
Νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς ἄκρας (ἢν ἐθελήσωσι) χρησόμενοι τοῖς κάτω ἃ καταλελοίπασιν; ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ δόξης καὶ ἡδονῶν καταγελῶντας;
ΕΡΜΟΤΙΜΟΣ
Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλ’ ὃς ἂν ἀποτελεσθῇ πρὸς ἀρετήν οὔτε ὀργῇ οὔτε φόβῳ οὔτ' ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι
1
οὐδὲ λυποῖτο οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν.
ΛΥΚΙΝΟΣ
Καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν τἀληθές—ἀλλ’ εὐφημεῖν χρὴ οἶμαι μηδὲ ὅσιον εἶναι
2
ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα.
ΕΡΜΟΤΙΜΟΣ
Μηδαμῶς, ἀλλ’ εἰπὲ ὅ τι καὶ λέγεις.
ΛΥΚΙΝΟΣ
Ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ.
ΕΡΜΟΤΙΜΟΣ
Ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ λέγων.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.