Ἀλλὰ καὶ κατάλαβε, εἰ δοκεῖ, καὶ ἔχε ὅλον συλλαβών· τὸ μὲν δὴ πρῶτον οὐχ ὁρῶ ὅ τι ποτ' ἂν εἴη τἀγαθόν, ὡς ἀντάξιον δοκεῖν τῶν πόνων τῶν τοσούτων. ἔπειτα ἐς πόσον ἔτι τὸν λοιπὸν χρόνον ἀπολαύσεις αὐτοῦ γέρων ἤδη καὶ παντὸς ἡδέος ἔξωρος ὢν καὶ τὸν ἕτερον πόδα φασὶν ἐν τῇ σορῷ ἔχων; εἰ μή τι ἐς ἄλλον, ὦ γενναῖε, βίον προγυμνάζεις ἑαυτόν, ὡς ἐς ἐκεῖνον ἐλθὼν ἄμεινον διαγάγοις, εἰδὼς ὅντινα τρόπον χρὴ βιοῦν ὅμοιον ὡς εἴ τις ἐς τοσοῦτον σκευάζοι τε καὶ εὐτρεπίζοι ὡς δειπνήσων ἄμεινον ἄχρι ἂν λάθῃ ὑπὸ λιμοῦ διαφθαρείς.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.