ΕΡΜΟΤΙΜΟΣ
Πῶς γὰρ οὔ;
ΛΥΚΙΝΟΣ
Πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύματος εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε, ἀλλὰ ἀεὶ ἕτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ ὥσπερ ὁ οἶνος ὁ αὐτὸς ἦν. ὥστε, ὦ ἑταῖρε, ἢν μὴ ὅλον ἐκπίῃς τὸν πίθον, ἄλλως μεθύων περίει·
1
ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι ὁ θεὸς κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, ἢ οὔποτ' ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ χρᾶν τοῖς προσιοῦσιν. ἀλλ’ οὐχ οὕτως ἔχειν ἔοικε· σύ γ' οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς ἐνάρχεσθαι ἔτι ἔλεγες.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.