ΛΥΚΙΝΟΣ
Ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν.
ΕΡΜΟΤΙΜΟΣ
Οὐδ’ αὐτὸς γὰρ οἶδα, ὦ Λυκῖνε, τἀκριβές. εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι, μεθ' ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα.
ΛΥΚΙΝΟΣ
Ἡράκλεις, πολὺ λέγεις.
ΕΡΜΟΤΙΜΟΣ
Καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πόνοι.
ΛΥΚΙΝΟΣ
Τοῦτο μὲν ἴσως ἀληθές. ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν ὅτι βιώσῃ τοσαῦτα πότερον ὁ διδάσκαλός σου καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα. οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ' ἡμέραν οὐκ εἰδότα εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐλπίδος.
ΕΡΜΟΤΙΜΟΣ
Ἄπαγε. δύσφημα γὰρ ταῦτα, ὦ Λυκῖνε. ἀλλ’ εἴη βιῶναι ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω σοφὸς γενόμενος.
ΛΥΚΙΝΟΣ
Καὶ ἱκανή σοι ἀντὶ τῶν τοσούτων καμάτων ἡ μία ἡμέρα;
ΕΡΜΟΤΙΜΟΣ
Ἐμοὶ μὲν καὶ ἀκαριαῖον ὁπόσον ἱκανόν.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.