ΛΥΚΙΝΟΣ
Τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε; οὐ γὰρ
1
ἀπαγορευτέον οἶμαι ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα;
ΕΡΜΟΤΙΜΟΣ
Ἔοικεν ἀπό γε τούτων. πλὴν ἐκεῖνο μὴ ἐναντίον ᾖ ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελθεῖν τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής, κατασχεθησομένῳ;
ΛΥΚΙΝΟΣ
Ἐγώ σοι φράσω. τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης λαβόντες εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι.
ΕΡΜΟΤΙΜΟΣ
Τίς ἂν οὖν ἡμῖν Ἀριάδνη γένοιτ' ἂν ἢ πόθεν τοῦ λίνου εὐπορήσομεν;
ΛΥΚΙΝΟΣ
Θάρρει, ὦ ἑταῖρε. δοκῶ γάρ μοι εὑρηκέναι οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν.
ΕΡΜΟΤΙΜΟΣ
Τί οὖν τοῦτό ἐστιν;
ΛΥΚΙΝΟΣ
Οὐκ ἐμὸν ἐρῶ ἀλλά τινος τῶν σοφῶν, τὸ “νῆφε καὶ μέμνησο ἀπιστεῖν”· ἢν γὰρ μὴ ῥᾳδίως πιστεύωμεν ἀκούοντες ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως ἂν εὐμαρῶς τοὺς λαβυρίνθους ἐκφύγοιμεν.
ΕΡΜΟΤΙΜΟΣ
Εὐ λέγεις, καὶ τοῦτο ποιῶμεν.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.