ΕΡΜΟΤΙΜΟΣ
Πονηρὸς γὰρ ἐκεῖνος ἀεὶ καὶ ἀγνώμων, ὦ Λυκῖνε, περὶ τὰς ἀποδόσεις· ἐπεὶ τούς γε ἄλλους οἷς δανείζει πολλοὺς ὄντας οὐδὲν τοιοῦτό πω διατέθεικεν. ἀποδιδόασι γὰρ αὐτῷ κατὰ καιρὸν τοὺς τόκους.
ΛΥΚΙΝΟΣ
Τί δε, ἂν μὴ ἀποδιδῶσιν, ὦ μακάριε, μέλει τι αὐτῷ καθαρθέντι ἤδη ὑπὸ φιλοσοφίας καὶ μηκέτι τῶν ἐν τῇ Οἴτῃ καταλελειμμένων δεομένῳ;
ΕΡΜΟΤΙΜΟΣ
Οἴει γὰρ ὅτι ἑαυτοῦ χάριν ἐκεῖνος περὶ τὰ τοιαῦτα ἐσπούδακεν; ἀλλ’ ἔστιν αὐτῷ παιδία νεογνὰ ὧν κήδεται μὴ ἐν ἀπορίᾳ καταβιώσωσι.
ΛΥΚΙΝΟΣ
Δέον, ὦ Ἑρμότιμε, ἀναγαγεῖν κἀκεῖνα ἐπὶ τὴν ἀρετήν, ὡς συνευδαιμονοῖεν αὐτῷ πλούτου καταφρονοῦντες.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.