Ἑρμότιμος
οὐδένα τοιοῦτον εἶδον.
Λυκῖνος
εὖ γε, ὦ Ἑρμότιμε, ὅτι οὐ ψεύδῃ ἑκών. εἰς τί δʼ οὖν ἀποβλέπων φιλοσοφεῖς, ὅταν ὁρᾷς μήτε τὸν διδάσκαλον τὸν σὸν μήτε τὸν ἐκείνου μήτε τὸν πρὸ αὐτοῦ μηδʼ ἂν εἰς δεκαγονίαν ἀναγάγῃς μηδένα αὐτῶν σοφὸν ἀκριβῶς καὶ διὰ τοῦτο εὐδαίμονα γεγενημένον; οὐδὲ γὰρ ἂν ἐκεῖνο ὀρθῶς εἴποις, ὡς ἀπόχρη, κἂν πλησίον γένῃ τῆς εὐδαιμονίας, ἐπεὶ οὐδὲν ὄφελος· ὁμοίως γὰρ ἔξω τοῦ ὀδοῦ ἐστι καὶ ἐν τῷ ὑπαίθρῳ ὅ τε παρὰ τὴν θύραν ἔξω ἑστὼς καὶ ὁ πόρρω, διαλλάττοιεν δʼ ἄν, ὅτι μᾶλλον οὗτος ἀνιάσεται ὁρῶν ἐγγύθεν οἵων ἐστέρηται. εἶτα
821
ἵνα πλησίον γένῃ τῆς εὐδαιμονίας — δώσω γὰρ τοῦτό σοι — τοσαῦτα πονεῖς κατατρύχων σεαυτόν, καὶ παραδεδράμηκε σε ὁ βίος ὁ τοσοῦτος ἐν ἀκηδίᾳ καὶ καμάτῳ καὶ ἀγρυπνίαις κάτω νενευκότα; καὶ εἰσαῦθις πονήσεις, ὡς φής, ἄλλα εἴκοσιν ἔτη τοὐλάχιστον, ἵνα ὀγδοηκοντούτης γενόμενος — εἴ τις ἐγγυητής ἐστί σοι, ὅτι βιώσῃ τοσαῦτα — ὅμως ᾖς ἐν τοῖς μηδέπω εὐδαιμονοῦσιν; εἰ μὴ μόνος οἴει τεύξεσθαι τούτου καὶ αἱρήσειν διώκων ὃ πρὸ σοῦ μάλα πολλοὶ κἀγαθοὶ καὶ ὠκύτεροι παρὰ πολὺ διώκοντες οὐ κατέλαβον.
Hermotimus. Lucian. ed. Karl Jacobitz. Leipzig. 1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.