Λυκῖνος
εἰ δὲ βούλει, καὶ ἄλλο τι ἀπραγμονέστερον ὑποθήσομαί σοι, ὡς μὴ ἱερεῖα καταθύῃς ταυτὶ καὶ θυσιάζῃς τῳ μηδὲ ἱερέα τινὰ τῶν μεγαλομίσθων παρακαλῇς, ἀλλʼ ἐς κάλπιν ἐμβαλὼν γραμμάτια
798
ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε παῖδα τῶν ἀνήβων ἀμφιθαλῆ τινα, προσελθόντα πρὸς τὴν κάλπιν, ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν κατὰ τὸν λαχόντα ἐκεῖνον, ὅστις ἂν ᾖ, φιλοσόφει.
Hermotimus. Lucian. ed. Karl Jacobitz. Leipzig. 1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.