Ὥστε τὰς μὲν τοιαύτας ἀπολογίας καὶ μαντείας ἄφες. ἐκεῖνο δὲ ὃ εἴρηκας ἐν ἀρχῇ, ἴσως παραδέχεσθαι ἄξιον, ὡς οὐδὲν ᾔδεισθα τῶν λεγομένων, ἀλλά τις ἔμπνοια δαιμόνιος ἐνεποίει σοι τὰ μέτρα, οὐ πάνυ οὐδὲ ἐκείνη βέβαιος οὖσα· οὐ γὰρ ἂν τὰ μὲν ἐπετέλει τῶν ὑπεσχημένων, τὰ δ’ ἀτελῆ ἀπελίμπανεν.
Hesiod. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.