Ἡσίοδος
ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνασθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστι τῶν ἐρραψῳδημένων ὑπʼ ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρʼ ἐκείνων τοὺς λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν· ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην, λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα, δίκαιος ἂν εἴην ἀπολογεῖσθαι,
243
αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφʼ ὅσον ἂν οἴωνται καλῶς ἔχειν, μεταδιδόασιν.
Hesiod. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.